Ancient Greek
116.7
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 116.7
Unproofread scanNot analysed yet
Ἐροῦσι δὲ πάντες οἱ Ἰουδαῖοι, ὅτι εἰ τὸν αὐτὸν Θεὸν σέβεσθε, τί μὴ περιτέμεσθε, ἡ ζωὴ προσφέρετε εἰς θυσίαν, ἡ σαββατίζετε, τῶν Γραφῶν περὶ τούτων διαγορευουσῶν; Ἀκούσονταί οὖν (79), ὅτι ἡ περιτομὴ οὐκ ἦν ἐξ ἀρχῆς, ἀλλ' ἐν χρόνῳ ἐγένετο, ὡς καὶ ἐν χρόνῳ παυσομένη· ἔπειτα, ὅτι ὁ Θεὸς διαταξάμενος τῇς πατρᾶς τὴν περιτομήν, αὐτὸς εἶπεν, «Ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ (80) Ἰσραὴλ διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν (81), ἐπιαδράμενος τὸν χεῖρα αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν τῇ διαθήκῃ μου, κάγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. »Καὶ πάλιν αἰτιώμενος τοὺς Ἰουδαίους λέγει, «Πάντα