Ancient Greek
119.2
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 119.2
Unproofread scanNot analysed yet
φοβουμένους σε σημειωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τοῦ σου. »Ἰεζεκιήλ, «Υἱὲ ἀνθρώπου, διέλθε μέσον τὴν Ἱερουσαλήμ, καὶ ἔδω τὸ σημεῖον ἐπὶ τὰ μέτωπα (5) τῶν ἀνθρώπων, τῶν στεναζόντων, καὶ κατανυομένων ἐπὶ ταῖς ἀδικίαις, ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν. »Καὶ πάλιν, «Ἔξ ἀνδρῶς ἤρχοντο ἀπὸ τῆς πύλης τῆς βλέπουσης πρὸς βορρᾶν, καὶ ἕκαστου ἡ πέλυσ ἐν τῇ χειρὶ αὐτοῦ (6)· ἀκούσας (7) πορεύσασθε εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείσασθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε· πρεσβύτερον, καὶ νεανίσκον, καὶ παρθένον (8), καὶ νήπια, καὶ γυναῖκας ἀποκτεῖναι (9) εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντα, ἐφ’ οὓς ἐστὶ τὸ σημεῖόν μου, μὴ ἐγγίσητε. »Περὶ δὲ τοῦ θύειν αὐτοὺς εἴρηται, οὐχ ὅτι ὁ Θεὸς ἐδεῖτο θυσιῶν, ἢ ὁλοκαυτωμάτων, ἀλλ’ ἐπειδὴ ἡ Λευιτικὴ φυλὴ οὐκ εἶχε κλῆρον ἐν τῇ γῇ τῇ ἐπαγγελίᾳ, ὅτι αὐτὸς ὁ Θεὸς κλῆρος αὐτῆς, ταύτην ἔδωκεν αὐτοῖς εἰς τὸ τρέφεσθαι πρόφασιν· οὐχ ἐδούλετο γὰρ αὐτοὺς ἱερατεύοντας, ἀπὸ πόνου καὶ πραγματείας, ἤγουν καπηλίας, τρέφεσθαι.