Ancient Greek
121.1
Gregorius Nyssenus Theol., Testimonia Adversus Judaeos [Sp.] 121.1
Unproofread scanNot analysed yet
μᾶλλον τούτου. »«Ἠστας περὶ Ἰουδαίων, »«Ἀκούετε λόγον Κυρίου υἱοὶ Σοδόμων (29)· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας. »Καὶ πάλιν, «Τὰ Σάββατα ὑμῶν, καὶ τὰς νεομηνίας μισεῖ ἡ ψυχή μου· καὶ τὰς εὐχὰς ὑμῶν οὐ προσδέχομαι· λούσαθε, καθαροὶ γίνεσθε· οἱ χεῖρες ὑμῶν μεμιγμένοι αἵματι. »Καὶ ὅτι τοῦ νόμου σαφῶς διαγορευούσης τὸ μὴ δεῖν ἐξω Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ ἑορτάζειν κατὰ τὸ, «Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών· καὶ σοὶ ἀποδοθήσεται εὐχή ἐν Ἱερουσαλὴμ, »γέγραπται, «Ὅτι προσκυνήσουσι τῷ Κυρίῳ ἐκ τοῦ τόπου αὐτοῦ ἕκαστος (30). »Καὶ πάλιν ὁ Προφήτης, «Μέγα τὸ ὄνομα αὐτοῦ ἐν τοῖς Ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματι αὐτοῦ, καὶ θυσία καθαρά. »«Ὑμᾶς δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσι μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ πάσης τῆς γῆς. »Τί δὲ καινότερον τοῦ τῶν Χριστιανῶν ὀνόματος; Καὶ ὁ Δαβὶδ, «Ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. »Καὶ ὅτι μὲν τὸ εἰπεῖν τὸν Δαβὶδ τὸ, «Ὁ Θεὸς κατοικεῖ μονοτρόπους ἐν οἴκῳ, »σημαίνει τὸ πρὸς τὰ Ἔθνη τὸν ὑπὸ νόμου ἀμικτον. Ἠστας, «Πληρωθήσεται πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψει (31) θάλασσαν. »Δαβὶδ, «Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσι ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατρίαι τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. »Καλὸν δὲ καὶ τὸ πυθέσθαι τῶν Ἰουδαίων, τίς ὁ κρατῶν ἐστι νῦν ἄρα (32), πότερον ὁ Μωσαϊκὸς νόμος, οὐ παραδασις ἐστι νῦν, καὶ οὐ τήρησις, διὰ τὸ μηδὲ τὸν ναὸν, ἢ τὸν τόπον εἶναι, ἢ προφήτην προμηνύοντα τι τῶν μελλόντων, ἢ τὴν κιβωτόν, ἐν ᾗ αἱ πλάκες, καὶ ἡ Δεκάλογος, ἐν οἷς ἔδει (33) τὰς τρεῖς ἑορτὰς πληροῦν, καὶ οὐχ ἄλλοχοῦ. Καὶ, «Ὅτι ἀρπασεται ἀπὸ τῶν Ἰουδαίων ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. »Τοῦτο δ’ ἂν εἴη τὸ Χριστιανῶν ἔθνος, τοὺς προσήκοντας καρποὺς τῇ κατὰ Θεὸν πολιτείας ἐπιδεικνύμενον. Δαβὶδ, «Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. »Ἐξομολογεῖται δὲ τῷ Πατρὶ, οὐ τὰς ἑαυτοῦ ἀμαρτίας ὁ ἄμωμος, ἀλλὰ τὰς τῶν ἐπ’ αὐτῷ πιστευόντων· ὅτι τοῦ Δαβὶδ εἰπόντος, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, »καὶ τὰ λοιπά, Ἠστας σαφέστερον λέγει, «Λέγει ὁ Κύριος τῷ Χριστῷ μου Κύρῳ (34). »Λέγουσι δὲ εἰς Κύρον τὸν Πέρσην εἰρηθῆναι ταῦτα. Γελοῖον δὲ· πῶς γὰρ ἀρμόζει Κύρῳ τὰ