Ancient Greek
10
Gregorius Palamas, Homiliae 10
Unproofread scanNot analysed yet
Ἀδελφοὶ μὲν ἡμεῖς πάντες, ὡς ἐνὸς δεσπότου καὶ κοινοῦ, ὃν καὶ Πατέρα κατὰ τοῦτο κεκτήμεθα κοινόν· ἀλλὰ τὴν ἀδελφότητα ταύτην κοινὴν ἔχομεν καὶ πρὸς τὴν ἄλογον καὶ ἀναίσθητον φύσιν. Ἰμεῖς δὲ ἀλλήλων ἐσμὲν ἀδελφοί, ὡς ἐξ ἐνὸς γηγενοῦς τοῦ Ἀδὰμ ὄντες ἅπαντες, καὶ κατ´ εἰκόνα μόνοι γεγονότες Θεοῦ· ἀλλὰ καὶ τοῦτο κοινὸν ἡμῖν τε καὶ πᾶσιν ἐστι τοῖς ἔθνεσιν. Ἡμεῖς δὲ ἀλλήλων ἐσμὲν ἀδελφοὶ, και ὡς ὁμογενεῖς ἔτι μᾶλλον καὶ τὴν αὐτὴν οἰκοῦντες· μάλιστα δὲ πάντες ὡς κοινὴν πλουτοῦντες μητέρα τὴν ἰερὰν Ἐκκλησίαν καὶ τὴν εὐσίβειαν, ἦς ἀρχηγὸς καὶ τελειωτὴς Χριστὸς ὁ τοῦ Θεοῦ γνήσιος Υιὸς, ὃς ἡμῶν οὐ Θεὸς μόνον, ἀλλὰ καὶ ἀδελφὸς εὐδόκησεν εἶναι, καὶ Πατήρ. Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ κεφαλὴ, συνάγων εἰς ἓν σῶμα πάντας ἡμᾶς, καὶ ποιῶν ἀλλήλων εἶναι μέλη καὶ ἑαυτοῦ Μετὰ γὰρ τὴν ἐκ νεκρῶν αὐτοῦ τριήμερον ἔγερσιν,