Ancient Greek
102
Gregorius Palamas, Homiliae 102
Unproofread scanNot analysed yet
καὶ ῥυπαροῖς λογισμοῖς τῆς ἐκ τῆς παραβάσεως μεμιασμένης φύσεως· ὡς ἂν ᾗ καὶ κατὰ τὸ πρόσλημμα τελείως καθαρὸς καὶ ἀμόλυντος, καὶ μὴ κατ´ αὐτὸ δι´ αὐτὸν καθαρσίων δεόμενος, ἀλλὰ δι´ ἡμᾶς τὰ πάντα σοφῶς δεχόμενος· καὶ οὕτω νέος ὅντως Ἀδὰμ χρηματίσῃ, καὶ διαμείνῃ νέος ὄντως καὶ εὐσθενὴς, μηδαμῶς παλαιούμενος, καὶ τὸν παλαιὸν Ἀδὰμ ἐν ἑαυτῷ καὶ δι´ ἑαυτοῦ ἀνακτίσῃ, καὶ εἰς ἀεὶ συντηρήσῃ νέον, δυνατὸς ὢν εἰς ἅπαν ἀποσείσασθαι τὴν παλαίωσιν. Κἀκεῖνος γὰρ ὁ πρῶτος Ἀδὰμ ἀμόλυντος τὴν ἀρχὴν ἐκτίσθη παρὰ Θεοῦ, καὶ νέος ἦν. μέχρις ἑκὼν τῷ διαβόλῳ πεισθεὶς, καὶ πρὸς τὰς τῆς σαρκὸς ἡδονὰς ἐκτραπεὶς, καὶ τῷ μολυσμῷ τῆς ἁμαρτίας ὑποπεσὼν πεπαλαίωται, καὶ πρὸς τὸ παρὰ φύσιν ἐξέπεσε Διὰ τοῦτο οὐ χειρὶ μόνον ὁ δεσπότης ἀνακαινίρζει παραδόξως αὐτὸν, ἀλλὰ καὶ κατέχει τοῦτον παρ´ ἑαυτῷ, οὐκ ἀναλαβόμενος μόνον καὶ τοῦ πτώματος τὴν ἀνθρωπίνην ἐξάρας φύσιν, ἀλλὰ καὶ περιβαλόμενος ἀφράστως, καὶ συναφθεὶς ἀδιαιρέτως ταύτῃ καὶ τεχθεὶς Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, ἐκ γυναικὸς μὲν, ἵνα τὴν πῶαο´ αὐτοῦ πλασθεῖσαν ἐκείνην, καὶ Κτῇ τοῦ πονηροῦ συμβουλῇ κλαπεῖσαν ἀναλάβηται φύσιν, ἐκ παρθένου δὲ ταύτης ἴνα καινὸν ποιήσῃ τὸν ἄνθρωπον· εἰ γὰρ ἐκ σπέρματος ἦν, οὐκ ἂν ἡν καινὸς ἄνθρωπος· οὐκ ἂν τῆς καινῆς καὶ μηδαμῶς παλαιουμένης ζωῆς ἀρχηγός τε καὶ χορηγός· οὐδ´ ἂν ἐδυνήθη, τοῦ παλαιοῦ κόμματος ὢν, τὸ πλήρωμα ν ἑαυτῷ δέξασθαι τῆς ἀκηράτου θεότητος, καὶ πηγὴν ποιῆσαι τὴν σάρκα τοῦ ἁγιασμοῦ ἀνεξάντλητον, ὡς καὶ τῶν προπατόρων ἐκείνων τὸν μολυσμὸν ἀποπλῦναι περιουσίᾳ δυνάμεως, καὶ τοῖς ἑξῆς ἀρκεῖν πρὸς ἁγιασμὸν ἅπασι. Διὰ τοῦτο οὐκ ἄγγελος, οὐκ ἄθρωπος, ἀλλ´ αὐτὸς ὁ Κύριος οὕτως εὐδόκησε δι´ ἔλεος ἡμᾶς σῶσαι καὶ ἀναπλάσαι, μείνας μὲν ἀναλλοιώτως Θεὸς, προελθὼν δὲ τέλειος καθ´ ἡμᾶς ἄνθρωπος. Γεννᾶται τοιγαροῦν ἐκ Παρθένου ἀγίας ὁ μόνος ἐξ αἰῶνος ἀνυπεύθυνος ἄνθρωπος, ὁ μόνος μηδαμόθεν ὤν τῆς τοῦ Θεοῦ ἐγκαταλείψεως ἄξιος. Καὶ πρὶν ἢ γνῶναι τὸ κακὸν ἐκλέγεται τὸ ἀγαθὸν, κατὰ τὴν προφητείαν· καὶ βιοῖ βίον παντάπασιν ἀναμάρτητον, μηδὲ κατ´ αὐτὸν εὐρεθεὶς σὺν δίκη τῆς τοῦ Θεοῦ ἐγκαταλείψεως ἄξιος, ἐπεὶ μηδ´ αὐτὸς τὸν Θεὸν, ὡς ὁ πρῶτος Ἀδὰμ, παραβὰς ἐγκατέλιπε, πάσης ἐντολῆς θείας, παντὸς νόμου θείου πληρωτὴς γενόμενος, κἀντεῦθεν καὶ τῆς του διαβόλου δουλείας δικαίως ἐλεύθερος. Καὶ οὕτω νικᾶται παρὰ ἀνθρώπου ὁ τὴν ἀρχὴν τὸν ἄνθρωπον νικήσας διάβολος· Υ καὶ ὁ τὴν κατ´ εἰκόνα Θεοῦ νικήσας φύσιν καὶ διὰ τοῦτο μεγαλαυχῶν καταβάλλεται τῆς ἐπάρσεως, καὶ ὁἄοθρωπος ἀναπλάττεται τοῦ κατὰ ψυχὴν καὶ ὄντως θανάτου· θανάτου, ὅν ἀπέθανεν εὐθὺς τοῦ ἀπηγορευμένου ξύλου γευσάμενος θανάτου, ὃς ἠπείληται πρὸ τῆς παρακοῆς τῶ Ἀδὰμ καὶ τῇ Εὔα ὑπὸ Θεοῦ πρὸς αὐτοὺς εἰπόντος· «Ἡ ἂν ἡμέρᾳ φάγησθε ἀπ´ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε·» τὸν γὰρ τῆς σαρκὸς