Ancient Greek
119
Gregorius Palamas, Homiliae 119
Unproofread scanNot analysed yet
ἐν περινοίᾳ ἐσόμεθα. Τίνα δὴ τὰ ἔργα ταῦτα; Διδότω καὶ ἡμῖν τὴν ἀρχὴν ὁ ψαλμῳδὸς Προφήτης περὶ τοῦ Θεοῦ γράφων· «Ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις.» Ἔργον οὗν Θεοῦ ἄναρχον ἡ τῶν ὄντων γνῶσις καὶ ἡ πρόγνωσις τῶν ἐσομένων, ἃς εἴ τις ἀλήθειαν προσείποι, οὐκ ἀστοχήσει τοῦ προσρήματος. Ἔργον Θεοῦ ἄναρχόν τε καὶ ἄπαυστον ἡ κρίσις καὶ ἡ πρόνοια· καὶ γὰρ ἐδεῖτο τὰ ὄντα καὶ πρὶν γενέσεως κρίσεώς τε καὶ προνοίας ὅτι δεῖ γενέσθαι, καὶ μετὰ τὸ χενέσθαι ὅπως μὴ ἀπογένωνται κατὰ καιρόν· ἢ τὰ μὲν πρὸς τὸ λυσιτελὲς ἑαυτῶν ἢ τὸ τοῦ παντὸς μεταγίνωνται κατὰ καιρὸν, τὰ δὲ διαμένωσιν ἀναλλοίωτα. Ἔργον ἄναρχον Θεοῦ ἡ πρὸς ἑαυτὸν ἐπιστροφή· ἐκινεῖτο γὰρ ἀνάρχως τῇ ἑαυτοῦ θεωρίᾳ. Πολλὰ μὲν οὖν ἄν τις συνετῶς ἐξετάζων κατίδοι τὰ ταῖς ἐνεργείαις ταύταις σύστοιχα. Ἀν δὲ καὶ ἡμῶν ἕκαστος, ἀδελφοί, τῶν κάτω συνεχῶν καὶ πολυμόχθων φροντίδων καὶ τῶν κατὰ ταύτας ἔργων ἀφέμενος, προσεδρεύῃ τὰ ὧτα ὑπέχων τῇ διδασκαλίᾳ τοῦ Πνεύματος, πρῶτον μὲν ἐπαινεθήσεται παρὰ τοῦ Κυρίου, ὅς τὴν μὲν Μάρθαν περὶ πολλῶν μεριμνῶσαν οὐκ ἀποδέχεται, καίτοι τῆς σπουδῆς οὔσης ὑπὲρ αὐτοῦ· Μαρία δὲ φησὶν, ή παρακαθημένη καὶ τῶν λόγων τῆς διδασκαλίας ἀκροωμένη, τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἤτις οὐκ ἀφαιρεθήσεται ἀπ´ αὐτῆς. Ὁρᾷς τὸ ἀκατάπαυστον ἔργον; Ἔπειτα τοὺς λάγους τούτους ἐν νῷ λαβὼν τῆς διδασκαλίας τοῦ Πνεύματος, καὶ τούτοις ἐμμελετῶν, καὶ τούτους ἐν τῷ λογιζομένῳ τῆς ψυχῆς ἐτέρου παντὸς ἐμπαθοῦς καὶ γηΐνου λογισμοῦ προκρίνων, καὶ διὰ τούτων πρόνοιαν τοῦ καθ´ ἑαυτὸν βίου ποιούμενος εἰς σωτηρίαν, ἔργον. καὶ αὐτὸς ἕξει τὴν ἀλήθειαν καὶ τὴν κρίσιν ἐν τῇ ἑαυτοῦ καρδίᾳ, κατὰ τὸν ψαλμῳδὸν Προφήτην, λαλῶν ἀλήθειαν. Ἄν δὲ καὶ παντὸς συλλογεσμοῦ, κἂν ἀγαθὸς ἧ, τὸν σὸν ἀπαναστήσῃς νοῦν, καὶ πρὸς ἑαυτὸν ἐπιστρέψῃς ὅλον, δι´ ἐπιμόνου προσοχῆς καὶ ἀδιαλείπτου προσευχῆς, οὕτως εἰσῆλθες καὶ αὐτὸς εἰς τὴν θείαν κατάπαυσιν, καὶ τῆς κατὰ τὴν ἑβδόμην εὐλογίας ἐπέτυχες, αὐτὸς σεαυτὸν ὁρῶν, καὶ διὰ σαυτοῦ πρὸς θεοπτίαν ἀναφερόμενος· Τέλος τὰρ, φησί, προσευχῆς ἀρπαγὴ πρὸς Κύριον. Ἔν μὲν δὴ τοῦτο τῆς κατὰ τὴν ἑβδόμην εὐλογίας τὸ αἴτιον, ὃ καὶ Μωϋσῆς διὰ τοῦ νόμου δεικνὺς ἀργίαν τὴν ἑβδόμην ἐπέταξεν, ἀλλὰ τῶν σώματι λυσιτελούντων ἔργων, τῶν δὲ τῇ ψυχῇ προσηκόντων ἐνέργειαν. Ἔ τερον δὲ, ὁ τὸ πᾶν τόδε συστήσας ἐν ἕξ ὁμέραις προεώρα καὶ τὴν τοῦ ἀνθρώπου πρὸς τὸ χεῖραν τροπὴν, καὶ τὴν διὰ ταύτην πρὸς τὴν γῆν ἀποστροφὴν, καὶ τὴν μέχρις ἄδου καταστροφήν τε καὶ Πζ κάθειρξιν, καὶ τὴν διὰ τὸν ἄνθρωπον παντὸς τοῦ κόσμου τοῦδε παλαίωσιν καὶ ἀχρείωσιν, ἀλλὰ καὶ τὸν ἐσόμενον ἀνακαινισμὸν τούτων, διὰ τῆς οἰκείας ἐνανθρωπήσεως. Οὗτος δὲ ὁ ἀνακαινισμὸς ἐνηργήθη, κατὰ τὴν εἰς ἄδου τοῦ ἐνανθρωπήσαντος Θεοῦ διὰ θανάτου κατάβασιν, καὶ τὴν ἐκεῖ παρ´ αὐτοῦ κατηγες γελμένην ἐν Σαββάτῳ τῶν ψυχῶν ἐπανάκλησιν· καὶ τοῦτο δὴ τῆς ἑβδόμης προεώρα τὸ ἔργον· διόπερ