Ancient Greek
136
Gregorius Palamas, Homiliae 136
Unproofread scanNot analysed yet
ἐκεῖνος διδάξει πᾶσαν τὴν ἀλήθειαν, τοῦτο καὶ αὕτη προλαβοῦσα περὶ αὐτοῦ φησιν· «Ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα.» Ἀλλ´ ὡς εἶδε τοιαύτην οὖσαν ὁ νοητὸς τοῦ Χριστοῦ νυμφίος, ἀπερικαλύπτως πρὸς αὐτήν φησιν, «Ἐγώ εἰμι ὁ λαλῶν σοι.» Ἡ δὲ εὐθέως ὡς ἐκλεκτὴ ὄντως εὐαγγελίστρια γίνεται, καὶ τὴν ὑδρίαν ἀφεῖσα, καὶ πρὸς τὴν πόλιν δραμοῦσα, πάντας ἐπιστρέφει τοῖς λόγοις, καὶ πρὸς πίστιν τοῦ ὁφθέντος ἀνάγει, «Δεῦτε ἴδετε, λέγουσα, ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μή τοι οὗτός ἐστιν ὁ Χριστός;» Οὕτω δέ φησιν, οὐκ ἀμφιβολίαν αὕτη κεκτημένη τινὰ, πληροφορηθήσεσθαι δὲ μᾶλλον ἐκ τῆς θέας, καὶ διὰ τῆς πρὸς τὸν Κύριον ὁμιλίας εὐχερέστερον ἀναπεισθήσεσθαι καὶ τοὺς ἄλλους πιστεύουσα, καθάπερ καὶ διὰ τῶν ἔργων ἐξέβη. Ἐγὼ δὲ καὶ τοῖς προειρημένοις συνοπτικώτερον ἐχρησάμην, καὶ τὰ ἑξῆς τῶν εὐαγγελικῶν ῥημάτων ἀρτίως παρίημι, τὴν ὥραν ἐπὶ τὰς τοῦ σώματος χρείας καὶ τὰ ἔργα τοῦ βίου κατεπείγουσαν ὑμᾶς ῥρῶν. Ἀλλ´ ὑμεῖς σκοπεῖτε τὴν Σαμαρείτιδα ταύτην· ὡς γὰρ ἤκουσε τῶν εὐαγγελικῶν λόγων, οὓς καὶ ἡμεῖς ἐξαγγέλλομεν πρὸς τὴν ὑμετέραν ἀγάπην, εὐθὺς καὶ τῶν ἀναγκαιοτάτων τοῦ σώματος κατεφρόνησεν· ἀφῆκε γὰρ πάραυτα καὶ τὴν ὑδρίαν καὶ τὴν οἰκίαν, καὶ εἰς τὴν πόλιν δραμοῦσα, καὶ τοὺς Σαμαρείτας ἐπισπασαμένη, σὺν αὐτοῖς πάλιν ἐπανῆλθε πρὸς τὸν Χριστόν· τὸ γὰρ, Δεῦτε ἴδετε, τοῦτό οησιν ἄντικρυς, Ἀκολουθήσατέ μοι, καὶ ὁδηγήσω ὑμᾶς, καὶ δείξω νῦν ὑμῖν τὸν ἐξ οὐρανῶν Σωτῆρα τῷ κόσμῳ παραγενόμενον. Ἐκείνους μὲν οὖν οὕτω τηνικαῦτα προτρεψαμένη τῷ Χριστῷ παρέστησεν, ἡμᾶς δὲ διδάσκει διὰ τοῦ καταλιπεῖν καὶ τὴν οἰκίαν καὶ τὴν ὑδρίαν, προτιμωτέραν ἡγεῖσθαι καὶ τῶν ἀναγκαίων χρειῶν τὴν ἐκ τῆς διδασκαλίας ὡφέλειαν, ἢν καὶ ὁ Κύριος ἀγαθὴν μερίδα προσεῖπε, πρὸς τὴν ἐν τῷ Εὐαγγελίῳ Μάρθαν, ὑπὲρ τῆς ἀκροωμένης τοῦ λόγου Μαρίας διαλεγόμενος. Εἰ δὲ τῶν ἀναγκαίων περιφρονεῖν δεῖ, πόσοῳ μᾶλλον τῶν ἄλλων» Τί γάρ σε καὶ κατεπείγει, καὶ τῶν κατὰ ψυχὴν ὠφελίμων ἀκουσμάτων ἀπάγει; οκου καὶ παίδων καὶ γυναικὸς ἐπιμέλεια; οἰκεῖον ἢ συγγενικὸν πένθος, ἢ χαρμονή; ἀγορασία τις κτημάτων, ἢ πώλησις; χρῆσις τῶν ὑπαρχόντων σοι πάντων, μᾶλλον δὲ κατάχρησις; ἀλλ´ ἄκουε συνετῶς τῶν ἀποστολικῶν διδαγμάτων· «Ὁ καιρὸς, ἀδελφοὶ, συνεσταλμένος τὸ λοιπόν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὧσι, καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου.» Τέ ἐστιν «Ὁ καιρὸς συνεσταλμένος ἐστί» Βραχὺς ὁ βίος, ἐγγὺς ὁ θάνατος, φθαρτὸς ὁ κόσμος οὐτος, ὁ ἀεὶ μένων ἕτερος· παραπέμπει δὲ ἡμᾶς πρὸς ἐκεῖνον ἐν ἀσφαλείᾳ ἡ τοῦ ποαρόντος καταφρόνησις κόσμου, ἡ πρὸς τὸν μέλλοντα ἐκεῖνον ἐτοιμασία, τὸ ζῇν κατὰ τὸ ἐγχωροῦν ἀπὸ τῶν ἐνταῦθα κατ´ ἐκείνην τὴν πολιτείαν· καὶ τὸ τοῦ παρόντος βίου βλαβερὸν ὅση δύναμις φεύγειν. Καθάπερ δὲ πολεμίων ἐπιδρομῆς