Ancient Greek
140.1 to 140.11
Gregorius Palamas, Homiliae 140.1-11
Unproofread scanNot analysed yet
καὶ μετάθεσιν τοῦ σώματος, διάθσιν μὲν πρὸς αὐτὸν ἐκ ψυχῆς ἐνδεικνυμένη, μηδὲν δὲ θεοπρεπὲς περὶ αὐτοῦ φρονοῦσα. Οἱ δὲ δι´ ἔργων παριστᾶσι καὶ αὐτῶν τῷν ἀγγέλων τοῦ Θεοῦ τοῦτον εἶναι Κύριον· μήπω γὰρ ἐκείνου ἐπιφαινομένου αὐτοὶ παρεκάθηντο τῷ τάφῳ, τοῦ Δεσηότου δὲ καταντικρὺ ἐπιφανέντος ἐξανέστησαν εὐθὺς, καὶ τούτῳ μετ´ εὐλαβείας καὶ θάμβους ἐν οἰκετικῷ σχήματι Π ΠΘ προσέσχον ἀτενῶς. Στραφεῖσα δὲ ἡΜαρία θεωρῆσαι τί τὸ ἀγγέλους ἐκπλῆξαν καὶ μόνον φανὲν, θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, οὐ μέντοι ᾔδει, ὅτι Ἰησοῦς ἐστιν, ἀνήκουστον καὶ δυσπαράδεκτον ἔχουσα τὴν ἀνάστασιν. Ἐπεὶ δὲ καὶ ὀμυδρὸν ἐκτὸς ὑπῆρχεν ἔτι τὸ τῆς ἡμέρας φῶς, καὶ ὁ Κύριος οὐκ ἐπεδείκνυεν ταύτῃ τὴν θείαν λαμπρότητα, ὡς ἂν αὐτὸς ἐκεῖνος ὧν ὁ καὶ παθὼν γνωρίζηται, ἡ Μαρία οὐκ ἐπέγνω αὐτὸν, ἀλλὰ καὶ κηπουρὸν τῶν ἐκεῖ φυτῶν ὑπενόει, τὸν γεωργὸν τῶν ψυχῶν, τὸν δημιουργὸν τοῦ παα. τός. Ὡς δὲ φωνήσας ἐκεῖνος καὶ καλέσας αὐτὴν ἐξ ὀνόματος, ἐγνώρισεν αὐτὸν, Μαρία, εἰπὼν, ἀπεκρίνατο στραφεῖσα τὴν γνώμην ἐκείνη, καί φησι, Ῥαββουνὶ, ὃ λέγεται διδάσκαλε· οὐδὲ οὕτως εἰ καὶ ζῶντα τοῦτον ἑώρα, θεοπρεπές τι λαβοῦσα ἐπὶ νοῦν, ἀλλ´ ὡς ἁπλῶς ἀνθρώπῳ Θεοῦ, καὶ διδασκάλῳ τῶν θείων προσέχουσα, διὸ μὴ μόνον προσπεσεῖν, ἀλλὰ καὶ ἅψασθαι τῶν αὐτοῦ ποδῶν ὑπὸ τῆς ἀγάπης ὥρμησεν, ἀλλ´ ἀκούει, Μή μου ἅπτου· ἐπειδὴ γὰρ, φησὶν, ἡ σὴ διάνοια τοῦ ὕψους οὐχ ἥψατο τοῦ κατ´ ἐμὲ μυστηρίου, ὅτι Θεὸς ὢν, ἐν σώματι νῦν ὁρῶμαι διὰ σέ, καὶ τούτων νῦν μάλιστα θεοειδεῖ, διὰ τοῦτο, Μή μου ἅπτου. Ἔδει δὲ καὶ τοῦτο τηρηθῆναι τῇ τοῦ Θεοῦ Μητρὶ, τὸ μόνην αὐτὴν ἐν γυναιξὶν ἄψασθαι τοῦ σώματος μετὰ τὴν ἀνάστασιν τοῦ ἀξ αὐτῆς δι´ ἡμᾶς ἐνανθρωπήσαντος Θεοῦ, ὃ καὶ γέγονεν, ὡς ὁ εὐαγγελιστὴς Ματθαῖος ἱστορεῖ· διὰ ταύτην γάρ φησιν, ὅτι προσελθοῦσαι ἥψαντο τῶν ποδῶν·