Ancient Greek
155.1 to 155.17
Gregorius Palamas, Homiliae 155.1-17
Unproofread scanNot analysed yet
τ ὀάνατον ὑπέμεινε διὰ ἡμᾶς, καὶ διὰ τοῦ οἰκείου ανάτου τὰ τοῦ δου σκυλεύσας ῥασίλεια τριήμερος ἐξανέστη, δείξας πάλιν ἐν τῇ καθ´ ἡμᾶς φύσει τὸ φῶς τῆς ἀκηράτου καὶ ἀθανάτου ζωῆς, φῶς ἀναστάσεως ὑπάρχον αὐτῇ. Ἐπεὶ δὲ ἡ αὐτοῦ νῦν ἀνάστασις ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο, μέλλει δὲ κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν τοὺς αὐτοῦ μαθητὰς τὸ φῶς τῆς ἀθανάτου ζωῆς περιλήψεσθαι, καὶ τηνικαῦτα πᾶσι τὴν ἀληθινὴν καὶ ἀδιάκοπον διαυγάσειν ἡμέραν· διὰ τοῦτο ἡ τοῦ Κυρίου ἀνάστασις ἕω καὶ ὄρθρου λόγον ἐπέχει πρὸς τὴν ἡμέραν ἐκείνην· καὶ κατὰ τοῦτον τὸν λόγον ἑωθινὰ καὶ ὀρθρινά ἐστι πάντα τὰ τῆς ἀναστάσεως Εὐαγγέλια. Διὸ καὶ κατὰ τὴν σήμερον ἡμέραν τά τε πρὸς ἑσπέραν καὶ τὰ κατ´ αὐτὴν τὴν ἡμέραν τελεσθέντα ἑωθινά εἰσί τε καὶ ὀνομάζονται Τὸ δὲ σήμερον εἰς ἐπήκοον πάντων ἀναγνωσθὲν ἑω θινὸν Εὐαγγέλιον ἀμφοτέρωθέν ἐστιν ἑωθινόν· οὐ γὰρ μόνον περὶ τῆς ἀναστάσεως τοῦ Κυρίου καὶ τῆς μετ´ αὐτὴν ἐπιφανείας διαλαμβάνει, ἀλλὰ καὶ κατὰ τὴν ἕω τῆς αἰσθητῆς ἡμέρας φαίνεται τελεσθέν· «Πρωΐας γὰρ, φησὶν, ἤδη γενομένης, ἔστη ὁ Ἰησοῦς ἐπὶ τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταί, ὅτι Ἰησοῦς ἐστι.» Καίτοι τὴν ἀρχὴν φησιν, ὅτι ἐφανέρωσεν ἑαυτὸν ὀ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος. Ἐφανέρωσε μὲν οὖν, ἀλλ´ αὐτοὶ τῷ πλοίῳ μετέωροε ὄντες ἐπὶ τῆς θαλάσσης, καὶ τῆς γῆς ἀπέχοντες· καὶ γὰρ ἡλίευον· οὔπω ἐπέγνωσαν αὐτόν. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἦΦΑ«Παιδία·» ὅσης μετριότητος, ὅσης διαθέσεως, ὅσης γλυκύτητος τὸ πρόσρημα τοῦτο γέμειί «Παιδία, οὖν φησι, μή τι προσφάγιον ἔχετε·» Οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλ´ οἰκονομικῶς ὁδοποιῶν τῷ θαύματι· ὡς γὰρ ἐκεῖνοι ἀπεκρίθησαν αὐτῷ, Οὔ· λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου, καὶ εὑρήσετε»· εἰπὼν, «Εὑρήσετε,» ἔδειξεν εἰδὼς, ὅτι διὰ πάσης νυκτὸς καθιέντες τὰ δίκτυα, εὔρισκον οὐδέν.