Ancient Greek
164
Gregorius Palamas, Homiliae 164
Unproofread scanNot analysed yet
ἐν περινοίᾳ γενώμεθα τῆς ἐπιφανείας τοῦ Πνεύματος. Τίνος δὲ χάριν αἱ γλῶσσαι διαμεριζόμεναι ὥφθησαν αὐτοῖς; ἐπεὶ μόνω τῷ καὶ αὐτῷ ἄνωθεν ἐλθόντι Χριστῷ οὐκ ἐκ μέτρου δίδοται τὸ Πνεῦμα παρὰ τοῦ Πατρότ· ὁλόκληρον γὰρ ἐκεῖνος καὶ κατὰ σάρκα τὴν θείαν δύναμιν εἶχε καὶ τὴν ἐνέργειαν, ΙΑΕ τῶν δ´ ἄλλων οὐδενὶ πᾶσα χωρητὴ καθέστηκεν ἡ τοῦ Πνεύματος χάρις, ἀλλ´ ἐκ μέρους ἕκαστος ἄλλος ἄλλου τινὸς τυγχάνει τῶν χαρισμάτων· ἵνα μή τις φύσιν εἶναι τὴν παρὰ τοῦ Πνεόματος τοῖς ἁγίοις διδομένην χάριν νομίσῃ. Τὸ δὲ, «ἐκάθισεν,» οὐ τὴν δεσποτικὴν ἀξίαν ὑπεμφαίνει μόνον, ἀλλὰ καὶ τὸ ἑνιαῖον τοῦ θείου Πνεύματος. «Ἐκάθισε δὲ, φησίν, ἐφ´ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἀγίου·» καὶ μεριζόμενον γὰρ κατὰ τὰς διαφόρους αὐτοῦ δυνάμεις τε καὶ ἐνεργείας, δι´ ἑκάστης τῶν ἐνεργειῶν ὅλον πάρεστι καὶ ἐνεργεῖ τὸ Πνεῦμα τὸ ἅγιον, ἀμερίστως μεριζόμενον, καὶ ὁλοσχερῶς μετεχόμενον, κατὰ τὴν εἰκόνα τῆς ἡλιακῆς ἀκτῖνος. Ἐλάλουν δὲ ἑτέραις γλώσσαις, τουτέστι διαλέκτοις, πρὸς τοὺς ἐκ παντὸς ἔθνους συνελθόντας, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι· Ὄργανα γὰρ ἐγένοντο τοῦ θείου Πνεύματος, ἐνεργοῦντά τε καὶ κινούμενα κατὰ θέλησιν ἐκείνου καὶ δύναμιν· ὄργανον δὲ ἅπαν ἔξωθεν προσλαμβανόμενον, οὐ τῆς οὐσίας, ἀλλὰ τῆς ἐνεργείας τοῦ ἐνεργοῦντος δι´ αὐτοῦ μετέχον, οὕτως ὄργανον ἐκεῖνο τελεῖ, ὡς καὶ ὁ θείῳ Πνεύματι φθεγγόμενδς φησι λαβίδ· «Ἡ γλῶσσα μου κάλαμος γραμματέως ὀξυγράφου.» Ὁ οὖν γραφικὸς κάλαμος ὄργανόν ἐστι γραφέως, τῆς ἐνεργείας πάντως, ἀλλ´ οὐ τῆς οὐσίας μετέχων τοῦ γράφοντος, κἀκεῖνα χαράττων, ἅπερ ὁ γραφεὺς ἐθέλει καὶ δύναται. Ἀλλὰ πῶς ἐπαγγελία τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον; Ἐπειδὴ διὰ τῶν αὐτοῦ προφητῶν προεπηγγείλατο τοῦτο, διὰ μὲν τοῦ Ἰεζεκιὴλ λέγων· «Δώσω ὧιαῖν καρδίαν καινὴν, καὶ Πνεῦμα καινὸν, καὶ τὸ Πνεῦμά μου δώσω ἐν ὑμῖν·» διὰ δὲ τοῦ Ἰωήλ· «Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» Τοῦτο καὶ ὁ Μωϋσῆς ἐπιποθῶν, προανεφώνησε λέγων· «Τίς Ἀώσει πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπ´ αὐτούς;» Ἐπεὶ δὲ μία ἐστὶν ἡ εὐδοκία καὶ ἡ ἐπαγγελία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, διὰ τοῦτο τοῖς εἰς αὐτὸν πιστεύουσιν αἰπιών· «Ὁ πιὼν ἐκ τοῦ ὕδατος, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον·» καὶ, «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος·» ὃ ἑρμηνεύων ὁ Εὐαγγελιστής, «Τοῦτο δὲ, φησὶν, ἔλεγε περὶ τοῦ Πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Ἀλλὰ καὶ ἐπὶ τὸ σωτήριον ἐρχόμενος πάθος πρὸς τοὺς οἰκείους μαθητὰς ἔλεγεν· «Ἐἀν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· καὶ ἐγὼ ἐρωτήσω τὸν iΙατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ´ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας.» Καὶ πάλιν· «Ταυτα λελάληκα ὑμῖν, παρ´ ὑμῖν