Ancient Greek
174
Gregorius Palamas, Homiliae 174
Unproofread scanNot analysed yet
ὑπερέχουσι δὲ ἀλλήλων ὁ μὲν τῷ μεγέθει, ὁ δὲ τῇ συνέσει. Καὶ σύνεστιν ὁ ἄνθρωπος ἐντεθησαυρισμένος τῷ κόσμῳ, καθάπερ ἐν οἰκίᾳ μεγάλῃ πολύολβόν τι χρῆμα, πολλῷ τῷ μέτρῳ τοῦ περιέχοντος ὀλβιώτερον καὶ οἷον ἐν βασιλείοις βασιλική τις σκευὴ ποικλη καὶ πολυτίμητ ος· τὰ μὲν γὰρ μεγίστοις λίθοις, ἀλλ´ εὐώνοις καὶ τοῖς τυχοῦσιν, ἡ δὲ μικροῖς ἀλλὰ δυσπορίστοις καὶ πολυτιμήτοις ἐσκεύασται. Πόσον οὐρανοῦ κρείττων ὁ ἀνθρώπινος νοῦς, ὃς εἰκών τέ ἐστι Θεοῦ, καὶ Θεὸν οἶδε, καὶ μόνος τῶν ἐγκοσμίων, εἰ βούλεται, γίνεται, συναναφέρων τὸ σῶμα τῆς ταπεινώσεως. Πόσον αἴσθησις ἀνθρωπίνη διηνήνοχε γῆς, ἢ μὴ μόνον μέτρων καὶ ποιοτήτων ποικίλων ταύτης ἀντιλαμβάνεται, ἀλλ´ ἤδη καὶ τῶν οὐρανίων πψατο τῇ γνώσει σφαιρῶν, καὶ κινήσεων ἥσθετο διαφόρων, καὶ πολυσχήμους, τάχα δὲ καὶ πολυσημάνιτους συνόδους ἄστρων τε καὶ ἀστέρων ἔγνω καὶ διαστάσεις, κἀντεῦθεν ταῖς κατὰ νοῦν ἐπιστήμαις τὴν ἀρχὴν ἐχαρίσατο. Καὶ τὰ μεταξὺ δ´ οὐρανοῦ καὶ γῆς τῶν ἐν μεθορίῳ νοῦ καὶ αἰσθήσεως ἐλάττω κατὰ τὴν ἀξίαν ἐστὶ, λόγοις ἀναλογίας ὄντα ταυτὰ, καὶ τοῖς περιέχουσιν ὄγκοις ὅτι μάλιστα διαφέροντα. Κατεκόσμησε γὰρ τὴν ἡμετέραν φύσιν ὁ Θεὸς οὕτως, ὡς αίκείαν ἐσομένην περιβολήν· ἐπειδήπερ ἐκ παρθενικῶν αἱμάτων ἐνδύσεσθαι ταύτην ἔμελλε, καὶ κρειττόνως μετασκευάσειν, καὶ ἄνω θήσειν, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, εἴτε ἐν τῷ νῦν αἰῶνι, εἴτε ἐν τῷ μέλλοντι. Τοῦτο δὴ καὶ προοικονομῶν σοφῶς ἅμα καὶ φιλανθρώπως, οὕτω πολλαῖς, μᾶλλον δὲ παντοδαπαῖς αὐτὴν ἐτίμησε χάρισιν· ἐπειδὴ δὲ καὶ διπλᾶς, μᾶλλον δὲ καὶ πολλαπλᾶς ἡμῖν ἔδωκε τὰς γνωστικὰς κυνάμεις, νοῦν τε καὶ αἴσθησιν, καὶ τὰ μεταξὺ χαρισάμενος, διὰ τοῦτο καὶ τῶν εἰς γνῶσιν καὶ πρᾶξιν προκειμένων ἡμῖν ἑιπλοῦν τε καὶ πολλαπλοῦν πεποίηκεν ἔκαστον. Θέρους οὖν ἀρτίως ἐστὶν ἐπέτειος ὥρα, καὶ θέρος οὐκ ἐν ἡμῖν· οὐ γὰρ αἰσθητὸν μόνον, ἀλλὰ καὶ λογικὸν καὶ πνευματικὸν παρ´ ἡμῖν ἐστι θέρος· καὶ τῶν τοιούτων ἐκατέρου θέρους καιρὸς ὁ ἐνιαυτοῦ κύκλος ἅπας. Νῦν οὖν ἐπεὶ τῶν τοῦ ἱεροῦ περιβόλων ἐντὸς ἱστάμεθα, μικρὸν ἀνακύψαντες ἐκεῖθεν, τὰς ἐλπίδας ἐπ´ αὐτὸν σχῶμεν, καὶ μεταθέντες ἄνω τὸν ἡμέτερον νοῦν, τοῦ λογικοῦ τε καὶ πνευματικοῦ θέρους ἐν περινοίᾳ γενώμεθα· περὶ ὧν καὶ ἡμεῖς ὀλίγα πρὸς τὴν ὑμετέραν ἀγάπην ἐροῦμεν νῦν, ἀφορμὴν ὑμῖν κἀντεῦθεν πρὸς σωτηρίαν πορίζοντες. Ἐγὼ γὰρ καθ´ ἑκάστην τοῦ ἐνιαυτοῦ περίοδον, ταύτης δὴ τῆς ὥρας ἐφισταμένης, ὁρῶν τοὺς πλείους ἔξω τοῦ ἄστεως χεομένους, καὶ περὶ τὸ θέρος πονοῦντας, καὶ τὴν τῶν καρπῶν συλλογὴν καὶ συγκομιδὴν, τοιούτους ἐπ´ ἐμαυτοῦ στρέφω τοὺς λογισμοὺς, ὡς ἐπεὶ καὶ θέρος ἐστὶν ἀνθρώπων, τούτους ἐκκόπτων ἀπὸ τοῦ παρόντος προσκαίρου καὶ παραῤῥέοντος βίου, καὶ μετάγων εἰς ἕτερον μέλλοντα καὶ διαμένοντα βίον, ἄρα τίς τοὺς ἀψύχους θερίζων στάχυς, ἢ θερίζειν ἑτέρους μισθούμενος, καὶ τοὺς καρποὺς ἐκλέγων, ἢ παρὰ τῶν ἐκλεγόντων ὠνούμενος, καὶ συνάγων εἰς ποθήκην, καὶ τοῦ μέλλοντος αὐτὸν καταλήψεσθαι θερισμοῦ τούτου ποιεῖται μνήμην, καὶ φροντίζει τῷ