Ancient Greek
18.20 to 18.31
Gregorius Palamas, Homiliae 18.20-31
Unproofread scanNot analysed yet
Ἔστω τοίνυν, σώφρων ὑπάρχεις καὶ δίκαιος, εἰ δὲ βούλει, καὶ σοφὸς, καὶ νουνεχὴς καὶ ἀνδρεῖος καὶ εἴ τι τοιοῦτον ἕτερον· εἰ μὲν παρὰ σεαυτοῦ λαβὼν ἔχεις, καὶ μὴ παρὰ τοῦ Θεοῦ, τί καταψεύδῃ καὶ τοῦ τῆς προσευχῆς σχήματος, καὶ εἰς τὸ ἰερὸν ἀναβαίνεις καὶ εὐχαριστίας μάτην λέγεις; εἰ δὲ παρὰ Θεοῦ λαβὼν ἔχεις, οὐκ ἔλαβες ἵνα κομπάζῃς, ἀλλ ἵνα πρὸς οἰκοδομὴν τοῖς ἄλλοις ὑπάρχῃς εἰς δόξαν τοῦ παρασχόντος. Χαίρειν οὐν ἀληθῶς ἔδει σὺν ταπεινώσει, καὶ εὐχαριστεῖν καὶ τῷ δόντι, καὶ δι´ οὓς ἔλαβεν· οὐ γὰρ ὑπὲρ ἑαυτῆς μᾶλλον ἢ διὰ τοὺς ὁρῶντας ἡ λαμπὰς λαμβάνει τὸ φῶς. Σάββατον δέ φησιν ὁ φαρισαῖος οὐ τὴν ἑβδόμην ἡμέραν, ἀλλὰ τὴν ἑβδομάδα τῶν ἡμερῶν, ὧν τὰς δύο νηστίμους ἄγων μεγαλαυχεῖ, ἀγνοῶν ὅτι αὗται μὲν ἀνθρώπιναι ἀρεταὶ, ἡ δὲ ὑπερηφανία δαιμονιώδης· ὃ καὶ ἀχρειοῖ ταύτας καὶ συγκατασπᾷ συζυγεῖσα, κἂν ἀληθεῖς ὦσι, πόσῳ μᾶλλον εἰ κεκιβδηλευμέναι; Καὶ πολὺ ΡΗατεα. «ΡΙἱοης οιο Ἀλλ´ ὁ μὲν Φαρισαῖος τοιαῦτα. «Ὁ δὲ Τελώνης μακρόθεν ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς πρὸς τὸν οὐρανὸν ἆραι, ἀλλ´ ἔτυπτεν εἰς τὸ ἑαυτοῦ στῆθος, λέγων· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἀμαρτωλῷ.» Ὁρᾶτε τὴν ταπείνωσιν ὅση, καὶ τὴν πίστιν καὶ τὴν αὐτομεμψίαν; Ὁρᾶτε τὴν ἄκραν συστολὴν τῆς τε διανοίας καὶ τῶν αἰσθήσεων, ἅμα δὲ καὶ τὴν συντριβὴν τῆς καρδίας τῇ προσευχῇ τοῦ Τελώνου