Ancient Greek
180
Gregorius Palamas, Homiliae 180
Unproofread scanNot analysed yet
θέρους, θεριστὰς μὲν εἶναι τοῦ πνευματικοῦ θέρους, ὅ ἐστιν ἡ ἀπὸ ἀπιστίας εἰς πίστιν μετάστασις, τοὺς ἱεροὺς ἀποστόλους καὶ τοὺς αὐτῶν διαδόχους, καὶ μέχρις ἡμῶν κατὰ γενεὰς διδασκάλους τῆς εὐσεβείας. εἶπόν τε καὶ ὑπέδειξα· τοῦ δὲ λογικοῦ θέρους, ὅπερ ἐστὶν ἡ ἐνταῦθα πρὸς τὸν μέλλοντα βίον ἡμῶν ἑκάστου μετάθεσις, θεριστὰς μὲν τοὺς ἀγίους ἀγγέλους ἔφην εἶναι τοῦ Θεοῦ, καὶ πλέον ἔχειν τῶν ἀποστόλων, ὅτι καὶ μετὰ τὸν θερισμὸν ἐκλέγονται καὶ διαχωρίζουσιν, ἀνὰ μέρος μὲν τοὺς ἀγαθοὺς, ἀνὰ μέρος δὲ τοὺς πονηρούς· καὶ τοὺς μὲν ἀγαθοὺς προπέμπουσιν εἰς τὴν τοῦ Θεοῦ βασιλείαν, τοὺς δὲ πονηροὺς ῥίπτουσιν εἰς τὴν γέενναν τοῦ πυρός. Εἶπον οὖν ταῦτα πρώην, οὐκ ἔδειξα δὲ, ἀλλ´ ὑπεσχέθην, τοῦ Θεοῦ καιρὸν καὶ λόγον δόντος, τὴν παράστασιν δώσειν, ἥτις ἱκανῶς ἔσται νυν ἀποδεδομένη διὰ τῆς τοῦ Κυρίου ταύτης παραβολῆς· «Ἰδόντες γὰρ, φησὶν, οἱ δοῦλοι τοῦ Κυρίου τὰ ζιζάνια ἐν τῷ ἁχρῷ, εἶπον τῷ Κυρίῳ· Θέλεις ἀπελθόντες συλλέξωμεν αὐτά; Ὁ δὲ εἶπεν, Οὓ, μήποτε συλλέγοντες τὸ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· ἐν δὲ τῷ καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε εἰς δέσμας, πρὸς ΧΤ τὸ κατακαῦσαι, τὸν δὲ σῖτον συνάγετε εἰς τὴν ἀποθήκην μου.» Τὰ μὲν οὖν ζιζάνιά εἰσιν, ὡς καὶ ὁ Κύριός φησιν, οἱ υἱοὶ τοῦ πονηροῦ· ἐκ γὰρ τῆς ὁμοιότητος τῶν ἔργων τὸν χαρακτῆρα ἐκείνου φέροντες, σπέρματά τε αὐτοῦ καὶ υἱοποίητοι διατελοῦσιν αὐτῷ. Ὁ δὲ καιρὸς τοῦ θερισμοῦ συντέλεια τοῦ αἰῶνος τούτου ἐστίν· εἰ γὰρ καὶ πόῤῥωθεν ἤρξατο, καὶ νῦν ἐνεργεῖται διὰ τοῦ θανάτου, ἀλλὰ τότε τὸ πέρας λαμβάνει πᾶν. Οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν· οὐτοι γάρ εἰσι, καὶ μάλιστα τηνικαῦτα, οἱ τοῦ ἐπουρανίου βασιλέως διάκονοι· «ΐσπερ γὰρ, φησὶ, συλλέγεται τὰ Ἐιάνια, καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου· ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Ὁ αὐτὸς δέ ἐστι καὶ Υἱὸς τοῦ ἀνωτάτω Πατρός· «Ἀποστελεῖ οὖν οὗτος τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα·» ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς μὲν Θεὸς πάντων ἐστὶ δεσπότης καὶ βασιλεὺς, οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ὑπὲρ τὸν οὐρανόν· ὡς δὲ ἄνθρωπος δι´ ἡμᾶς γεγονὼς, καὶ διὰ τοῦ σταυροῦ καθελὼν τὸν δι´ ἀπάτης δουλωσάμενον τὸ ἡμέτερον γένος, ἡμᾶς τε δι´ ἑαυτοῦ λυτρωσάμενος, καὶ προσαγαγὼν τῷ ἰδίῳ γεννήτορι, βασιλείαν οἰκείαν ἔχει τὸ ἀνθρώπινον γένος, μάλιστα δὲ τὴν ἐκ παντὸς γένους ἱερὰν Ἐκκλησίαν. Ἀποστελεῖ οὖν οὖτος τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ ταύτης πάντα τὰ σκάνδαλα, καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, τοὺς αἱρετικοὺς δηλονότι, καὶ τοὺς μὴ διὰ μετανοίας τῶν ἔργων ἀποστάντας της ἀμαρτίας· πᾶσα γὰρ ἀμαρτία ἀνομία ἐστί· συλλέξαντες οὖν τούτους, βαλοῦσιν εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόῦτων. Βλέπετε, ἀδελφοί, θερισμὸν καὶ χωρισμὸν ὄντως φρικωδέστατον καὶ δεινότατον! Ἀληθῶς δὲ ἄρα καὶ τοὺς ἀγγέλους εἶναι τοὺς τοῦ