Ancient Greek
181.20 to 181.26
Gregorius Palamas, Homiliae 181.20-26
Unproofread scanNot analysed yet
καὶ καθάπερ ἐκεῖ τὰ ζιζάνια πρῶτον δεθῆναι κελεύει ὁ Κύριος, εἶτα εἰς πὸ πῦρ ἐκεῖνο ῥιφῆναι, οὔτω καὶ ἐνταῦθα, πρῶτον εἰπὼν, Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, εἶτα φησιν, Ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτεοσν· καὶ ἐπήγαγεν ὅπερ καὶ ἐκεῖ, ὅτι ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· ὥστε τὸ αὐτό ἐατι τῇ γεέννῃ τοῦ πυρὸς τὸ σκότος τὸ ἐξώτερον. Ἀλλὰ πῶς τοῦτο ἀφεγγέστερον θν, οὐκ ἐνδότερον ακότος λέγεται, ἀλλ´ ἐξώτερον; Φῶς ἀνέσπερον καὶ ἀληθινὸν καὶ ἀδιον, ἐν ᾧ νῦν εἰσι τῶν δικαίων τὰ πνεύματα, τότε δὲ καὶ μετὰ σώματος οἱ ἅγιοι ἔσονται, ὁ Θεός ἐστιν· αὐτὸς γάρ ἐστιν ὁ τῆς δικαιοσύνης ἤλιος· τοῦ ἡλίου δὲ τούτου, καὶ τοῦ παρ´ αὐτοῦ φωτὸς, καὶ νῦν οἱ ζῶντες ἐν ἀκαθαρσίᾳ καὶ ἀδικίᾳ ἔξω εἰσὶν, ἀλλ´ ἔχουσιν ἐνταῦθα τὴν ἐλπίδα τῆς μετανοίας, καὶ ζῶσι τοῦ αἰσθητοῦ νῦν ἀπολαύοντες φωτὸς, καὶ τῆς ἀπὸ τῶν ἄλλων κεισμάτων τοῦ Θεου παραμυθίας, τοῦ Θεοῦ φιλανθρώπως ἀεχορέου,