Ancient Greek
182.13 to 182.24
Gregorius Palamas, Homiliae 182.13-24
Unproofread scanNot analysed yet
Ὅση δὲ τῆς ὀδύνης προσθήκη ἦ ἐν τὸ τῆς ἀπολυτρώσεως ἀπροσδόκητον; Τί δὲ τὸ μηδὲ ὁρᾷν ᾗ κακοῦ κείμεθα; καὶ γὰρ ἀφώτιστον ἐκεῖνο τὸ πῦρ· οὗτος δὲ ὁ θερισμὸς ὁ αὐτός ἐστι καὶ τῇ ἅλωνι ἐκείνῃ, ἢν ὁ Χριστὸς κατέχων τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθαριεῖ, ὡς ὁ Πρόδρομος αὐτοῦ καὶ Βαπτιστής ἐδίδαξε· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ· τὰς γὰρ ἀγγελικὰς δυνάμεις πτύον ἐν τῇ χειρὶ ὑπάρχον τοῦ Χριστοῦ ὁ Βαπτιστὴς ἐκάλεσε· πτύον δέ ἐστι τὸ λικμητήριον. Ὥσπερ οὖν τοῦτο ἐν ταῖς χεροὶν ὃν τοῦ γεωργοῦ κινεῖται ὅποι ἂν καὶ ὅπως ὁ γεωργὸς θελήσῃ, οὕτω καὶ οἱ ἄγγελοι ἐν τῇ χειρὶ ὄντες καὶ τῇ ἐξουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κινοῦνται ὅποι ἂν καὶ ὅπως αὐτὸς βούληται, καὶ πληροῦσι τὸ θέλημα αὐτοῦ. Ὅπερ δὲ ἐν ἐκείνῳ τῳ θερισμῷ ἀγρὸν εἶπεν, ἄλωνα ἐνταῦθα προσεῖπεν· ἐν γὰρ τῇ ἅιωνι πάντα τὰ ἀπὸ τοῦ ἀγροῦ συναγόμενα λαμβάνουσι τὴν διάκρισιν. Ἡν δὲ συλλογὴν ἐκεῖ τῶν ζιζανίων προσέταξε γενέσθαι, κάθασσιν ἐνταῦθα τῆς ἅλωνος ἐκάλεσε. Τὰ δὲ ζιζάνια ἄχυρον ἐνταῦθα προσηγόρευσε·