Ancient Greek
191
Gregorius Palamas, Homiliae 191
Unproofread scanNot analysed yet
μόνῳ τούτῳ βατός. Καὶ τοῦτο δηλῶν ὁ ψαλμῳδὸς Προφήτης, ἔλεγεν· «Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ,» ὡς ὄντος οὐρανοῦ καὶ τόπου, ὅς οἶκός ἐστιν ὄντως ἴδιος Θεοῦ. Ἐπεὶ δὲ οὐκ ἀπέθετο τὸν ἡμετέραν φύσιν ὁ Κύριος εἰς τὸν ἴδιον αὐτοῦ τόπον τοῦτον ἐλθὼν, διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς οὗτος εἰπών, ὅτι ἐμβὰς ὁ Ἰησοῦς εἰς πλοῖον διεπέρασεν μὴν ἐπήνεγκεν ὅτι καὶ ἀποβὰς τοῦ πλοίου, οὕτως ἦλθεν εἰς τὴν ἰδίαν πόλιν, ἀλλ´ ἐμβὰς εἰς πλοῖον διεπέρασε, καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν μετὰ τοῦ καταλλήλου πλοίου, τοῦ καθ´ ἡμᾶς λέγω σώματο, ἐνδημήσας τοῖς ὑπερουρανίοις. τε οὖν ἦλθεν εἰς τὴν ἔνω πόὶ ιν, καὶ εσῆλθ ν εἰς τὰ ὄντως ἅγια τῶν ἁγίων, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς μετὰ τοῦ ἡμετέρου φυράματος, ἵνα κατὰ τὸν Ἀπόστολον εἴπω, αἰωνίαν λύτρωσιν εὑράμενος ὑπὲρ ἡμῶν, τότε τοὺς ἐξ ἐθνῶν παραδεσιμένους τὸ κήρυγμα τῆς ἀληθείας, καὶ τῇ μὲν ἐξ ἀκοῆς συνέσει φιβηθέντας καὶ ταπεινωθέντας, ἔτι δὲ κειμένους ὡς ἐπὶ κλίνης τῆς ἡδυπαθείας, καὶ παρειμένους ὄντας καὶ παραλύτους, τὸ μήπω λαβεῖν τῶν κατὰ ψυχὴν νοσημάτων τὴν ἴασιν, τοῦτο δ´ εἰπεῖν τῶν οἰκείων ἀμαρτημάτων τὴν ἄφεσιν, κἀντεῦθεν ν ἀκίνητον ἔχοντας καὶ τὸ σῶμα πρὸς τὴν τοῦ καλοῦ ἐργασίαν, ἄραντες οἱ ἀπόστολοι, τουτέστιν ἐκλεξάμενοι καὶ χωρίσαντες τῷν μὴ παραδεξαμέων τὸ τῆς μετανοίας καὶ τῆς εὐσεβείας κήρυγμα προσάγουσι τῷ Χριστῷ, καὶ μᾶλλον τῶν ἄλλων ἀποστόλων, ἕΘᾳ οἱ τὸ Εὐαγγέλιον συγγραψαμένοις τέσσαρες δε οὐτοί εἰσιν. Ὁ δὲ Κύριος ἰδὼν, φησὶ, τὴν πίστιν αὐτῶν, ἤτοι τῶν προσφερόντων ἀποστόλων, διὰ τὴν τελεία αὐτῶν πίστιν, αὐτοὶ γάρ εἰσιν ἡμῖν καὶ δι ἁσκαλοι καὶ μεσῖται τὰ πρὸς τὸν Θεὸν καὶ τοῖς ἀτελέσι τὴν υἱοθεσίαν χαρίζεται, πρὸς ἔκοστον τῶν οὖτω προσαγομένων λέγων· «Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι.» Ἀπόθου, φησὶ, τὸν ἐπὶ τοῖς ἁμαρτήμασι φόβον, ἀφέωνται γάρ· ἀπόθου τὴν ἐπὶ τοῖς ἡπειλημένοις φρίκην, ἐπιτεύξῃ γορ τῶν ἐπηγγελμένων, τέκνον ἐμὸν γεγονὼς, καὶ κληρονόμος ἐμός. Τοῦτο δὲ πρακτικῶς ἐκτελεῖται διὰ τοῦ θείου βαπτίσματος, ἐν ᾧ πνεύματι τῆς υἱοθεσίας ἀναγεννώμεθα, τὴν ἄφεσιν τῶν προημαρτημένων λαβόντες, καὶ κατ´ ἐπαγγελίαν γεγονότες κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Ἀλλ´ οἱ Γραμματεῖς καὶ Φαρισαῖοι, Ἔλληνες καὶ Ἰουδαῖοι ἀπιστοῦσι τῇ παρ´ ἡμῶν πιστευομένῃ δυνάμει καὶ χάριτι τοῦ θείου βαπτίσματος, λέγοντες, Τίς δύναται ἀφιέναι ἁμαρτίας; Ἡμεῖς δὲ οἱ πρότερον παραλελυμένοι καὶ ψυχὴν καὶ σῶμα ταῖς ἡδοναῖς καὶ τοῖς πάθεσι, καὶ πρὸς τὸ καλὸν ἀκίνητοι διαμένοντες, ἀκούομεν ἕκαστος· «Ἔγειραι, καὶ ἄρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. ν ὡς καὶ ὁ παραλυτικὸς ἐκεῖνος· δυναμούμενοι γ ρ παρὰ τῆς ἐν ἡμῖν τοῦ θαπτίσματος θείας χάριτος καὶ δυνάμεως, γινόμεθα πρὸς ἀρετὴν εὔτονοι και εὐκίνητοι, καὶ τὰς τῆς ψυχῆς καὶ τοῦ σώματος δυναμεις, καὶ τὰς ὑποκειμένας ταύταις ἐν τοῖς πρ γμασιν ὕλας, ὑφ´ ὠν πρότερον κατειχόμεόα δουλα γωγήσαντες, ἄγομεν ὅποι φίλον τῷ Θεῷ καὶ ἡμῖν καὶ μετατίὸεμεν κατὰ τὸ ἐγμωροῦν, εἰς τὸν ὅντιυς οοωοοοΟΟΘ