Ancient Greek
194
Gregorius Palamas, Homiliae 194
Unproofread scanNot analysed yet
μόνον, αλλ οὐ βῆμα φρικτὸν, καὶ κρίσιν μετὰ τὴν καταστροφὴν ἀδέκαστον, οὐ πῦρ ἄσβεστον, οὐκ ἀκοίμητον σκώληκα, οὐ σκότος ἐξώτερον, οὐ βρυγμὸν ἐλεεινὸν ὀδόντων, οὐ πένθος ἀπαραμύθητον· ὁ δὲ Κύριος καὶ ταῦτα προσηπείλησε, καὶ ἀπεκάλυψε τοῖς ἀναλγήτως ἐνταῦθα διακειμένοις μετὰ τὴν τοῦ κόσμου συντέλειαν ἀποκείμενα, ἀλλ´ οὐ μετὰ τριήμερον ἔσται ταῦτα χρόνον, ὡς ὁ Ἰωνᾶς ἐκήρυττε, μετὰ πολὺν δέ· καὶ τοῦτο τῆς δεσποτικῆς μακροθυμίας. Τὸ οὖν μακρόθυμον τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει, σὺ δὲ ὅρα, μὴ διὰ τὴν σκληρότητά σου καὶ ἀνάλγητον καὶ ἁκατάνυκτον καὶ ἀμετανόητον καρδίαν θησαυρίσῃς σεαυτῷ ὀργὴν, ἐν ἡμέρᾳ δικαιοκρισίας καὶ ἀποκαλύψεως Θεοῦ· ἀποδώσει γὰρ ὁ Κύριος ἐκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τοῖς μὲν ἐν ὑπομονῇ διὰ τῶν τῆς μετανοίας ἔργων ἐν συντετριμμένῃ καρδίᾳ τὴν ἄφεσιν τῶν ἡμαρτημένων ζητοῦσιν ἄνεσιν καὶ χαρὰν, καὶ ζωὴν αἰώνιον, καὶ βασιλείαν ἀπόῤῥητον· τοῖς δὲ ἀναλγήτως καὶ ἀμετανοήτως ἐπὶ τοῖς ἁμαρτήμασι διακειμένοις θλῖψις ἔσται καὶ στενοχωρία, καὶ κόλασις ἀφόρητός τε καὶ ἀτελεύτητος. Ἀλλὰ μετὰ τοὺς Νινευΐτας στήλη τῆς κατὰ Θεὸν λύπης ὁ Δαβὶδ ἀναπέφηνε, καὶ στήλη ζῶσά τε καὶ λαλοῦσα τὰ τῆς σωτηρίου καὶ κατὰ Θεὸν λυπηρᾶς κατανύξεως. Οὗτος γὰρ καὶ ἡν ἤμαρτεν ἁμαρτίαν ἀνάγραπτον ἔθετο, καὶ οἷον ἀπεδείξατο πρὸς Θεὸν τὸ πένθος καὶ τὴν μετάνοιαν, καὶ οἷας παρὰ Θεοῦ τῆς συμπαθείας ἐπέτυχεν· «Εἶπα γὰρ, φησὶν, Ἐξαγορεύσω κατ´ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου·» ἀσέβειαν τὴν ῥίαν τῆς κακίας λέγων, τὸ ἐνοικουροῦν ἐν τῇ ψυχῇ πάθος· ἀνομίαν δὲ τὴν τελεσθεῖσαν διὰ πράξεως ἁμαρτίαν, ἣν θριαμβεύσας τοῖς πᾶσι, καὶ δι´ ἣν κατανυγεὶς καὶ πενθήσας, οὐ τὴν ἄφεσιν εὗρε μόνον, αλλ καὶ τὴν ἴασιν ἔνδον ἔλαβε, Πῶς οὖν διετέλει πενθῶν, αὐτοῦ πάλιν ἀκούσωμεν λέγοντος· «Ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καἱ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας·» καὶ, «Ὡς πενθῶν καὶ σκυθρωπάζων οὕτως ἐταπεινούμην·» καὶ, «Λούσω καθ´ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήνμου βρέξω· «καὶ, «Ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, μονάζων ἐπὶ δώματος, καὶ σποδὸν ὠσεὶ ἄρτον ἔφαγον, καὶ τὴ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων·» καὶ, «Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι´ ἔλαιον·» καὶ «Ἐταπεινώθην, καὶ ἔσωσέ με Π ὁ Κύριος.» Πρὸς τὸν Κύριον οἴας ἀφίησι φωνάς· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε·» καὶ, «Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός·» καὶ, «Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. ν Δεῦτε οὖν καὶ ἡμεῖς, ἀδελφοί, προσκυνήσωμεν καὶ προσπέσωμεν καὶ κλαύσωμεν, καθάπερ