Ancient Greek
199
Gregorius Palamas, Homiliae 199
Unproofread scanNot analysed yet
ὅτι ἐπίστευσαν ἐκεῖνοι, καὶ ὅτι τοιοῦτός ἐστιν αὐτὸς, ὁποῖον ὄντα ἐπίστευσαν ἐκεῖνοι, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος· ὡς μὲν γὰρ ἄνθρωπος, υἱός τε ἦν Δαβὶδ, καὶ ταῖς οἰκείαις χερσὶν ἤψατο τῶν ὀφθαλμῶν, καὶ αἰσθητῶς ἐφθέγξατο. Ὡς δὲ Θεὸς καὶ τοῦ φωτὸς δημιουργὸς φῶς τοῖς σκοτεινοῖς παρέσγεν ὀφθαλμοῖς. Ἐπεὶ δὲ φανερὸν γενέσθαι αὐτὸν τοῖς πᾶσιν οὔπω καιρὸς ἦν· τοῦτο γὰρ μετὰ τὸ πάθος αὐτοῦ, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐταμιεύετο, «Ἐνεβριμήσατο αὐτοῖς, φησί, λέγων· «Ὁρᾶτε, μηδεὶς γινωσκέτω·» σιωπᾷν αὐτοῖς ἐπιτάξας μετὰ πολλῆς τῆς σφοδρότητος τὸ γεγονός. Οἱ δὲ «Ἐξελθόντες, φησί, διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. ν» Ὡς ἔοικεν, εἰ μὴ παρηγγέλλοντο σιγᾷν, καὶ παγκόσμιοι ἄν ἐγένοντο κήρυκες τῆς αὐτοῦ δυνάμεως· ἐπεὶ δὲ παρηγγέλθησαν, ἀπέσχοντο μὲν τοῦ πόῤῥω βαδίζειν, ἐν δὲ τοῖς πλησιοχώροις οὐχ ὑπήνεγκαν μὴ κηρύττειν. Οὕτω μὴ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν τελέως ἐφωτίσθησαν οἱ τῷ Χριστῷ ἀκολουθήσαντες τυφλοί. Ἀκολουθήσωμεν οὖν καὶ ἡμεῖς, ἀδελφοί, τῷ φωτὶ, τῳ καὶ ψυχὴν καὶ σῶμα φωτίζοντι. Ὁδεύσωμεν πρὸς τὴν λάμψιν αὐτοῦ, καὶ ὡς ἐν ἡμέρᾳ Κυρίῳ εὐσχημόνως περιπατήσωμεν. Δοξάσωμεν αὐτὸν δι´ ἔργων ἀγαθῶν, καὶ τοὺς εἰς ἡμᾶς ὁρῶντας δοξάζειν αὐτὸν παρασκευάσωμεν. Φύγωμεν τὸ ἀντίθετον σκότος, ὅ ἐστιν ἡ ἁμαρτία, καὶ ὁ τῆς ἁμαρτίας προστάτης διάβολος. Ἐκεῖνο τὸ φῶς ἥλιος ὑπάρχον τῆς καθόλου δικαιοσύνης, σωφροσύνης, εἰρήνης, συμπαθείας, ἀνεξικακίας, ἀγάπης, καὶ ἁπλῶς πάσης ἀρετῆς, καθίστησι μετόχους τοὺς αὐτῷ προσανέχοντας· τὸ δὲ ἀντίθετον σκότος, σκότος κακίας ὃν, πόρνους, μοιχοὺς, μνησικάκους. ἀσπλάγχνους, ἀτάκτους, ἅρπαγας, καὶ ἁπλῶς πάσης κακίας πεπληρωμένους δείκνυσι τοὺς αὐτῷ πλησιάζοντας. Πόθεν γὰρ, εἰπέ μοι, τὸν πιστὸν τοῦ ἀπίστου, τὸν πεφωτισμένον τοῦ ἀφωτίστου, ταυτὸ δὲ εἰπεῖν, τὸν βεβαπτισμένον κατὰ Χριστὸν, καὶ συνταξάμενον τῷ Χριστῷ, τοῦ ἀβαπτίστου καὶ τῷ διαβόλῳ συντεταγμένου διακρινοῦμεν; οὐκ ἀπὸ τῶν λόγων; οὐκ ἀπὸ τῶν ἔργων· οὐκ ἀπὸ τῶν τρόπων; Εἴ τις οὖν κατὰ ταῦτα τοῖς ἀφωτίστο ϛ ἐξομοιοῦται, λέγων εἶναι βεβαπτισμένος κατὰ Χριστὸν, οὐ τῆς συμμορίας ἐκείνων ἐστὶ σαφῶς, περὶ ὧν φησιν ὁ Ἀπόστολος· «Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται; βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι·» Ποῦ οὖν, εἰπέ, τάξωμεν τοὺς τοιούτους ὁμολογοῦντας ἅμα καὶ ἀρνουμένους Θεόν; μετὰ τῶν πιστῶν; ἀλλὰ´ ἀρνοῦνται τοῖς ἔργοις· μετὰ τῶν ἀπίστων; ἀλλὰ ὁμολογοῦσι διὰ τῆς γλώττης· ὄντως διπρόσωπόν εἰσί τι καὶ δυσξύμβλητον τέρας. Ὁ μέντο ψαλμῳδὸς Προφήτης φβάσας διελύσατο τὴν ἀπορίαν· «Ἀποδώσει, λέγων, ὁ Κύριος, ἐκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Αὐτὸς δὲ ὁ Κύριος τὸν ἀκούοντα, καὶ μὴ ποιοῦντα τοὺς αὐτοῦ λόγους, μωρὸν εἶναι ἀπεφήνατο. Παῦλος δὲ ὁ ἐξ οὐρανοῦ κλητὸς ἀπόστολος, «Ἀποδώσει, φησὶν, ὁ Κύριος τοῖς μὲν καθ´ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι ζωὴν αἰώνιον· ὀργὴ δὲ καὶ θυμὸς καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν.» Καὶ πάλιν· «Οὐχ ΥΤ οἱ ἀκροαταὶ τοῦ νόμου δίναιοι παρὰ τῷ Θεῷ, οοεοοΘΟΟΩ