Ancient Greek
20
Gregorius Palamas, Homiliae 20
Unproofread scanNot analysed yet
ἀναξίων ἐξάγουσα, καὶ ἀνάγουσα καὶ τῷ Θεῷ συνιστᾶσα δωρεὰν δεδικαιωμένους διὰ τὴν εὐγνωμ σύνην τῆς προαιρέσεως. Ἀλλ´ ὁ μὲν Τελώνης κακοτέχνως σφετεριζόμενος σὰ ἀλλότρια πρότερον, τῆς κακοτεχνίας ἀφιέμενος ὕστερον, καὶ μὴ δικαιῶν ἐαυτὸν, δεδικαίωται· ὁ δὲ Φαρισαῖος τῶν ἄλλοις προσηκόντων μὴ ἀντεχόμενος, καὶ δικαιῶν ἑαυτὸν κατακέκριται. Οἱ δὲ καὶ τῶν ἄλλοις προσηκόντων μὴ ἀπεχόμενοι, καὶ δικαιοῦν ἐπιχειροῦντες ἑαυτοὺς, τί πείσονται; Ἀλλὰ τούτους μὲν ἀφῶμεν, ἐπεὶ καὶ ὁ Κύριος, ὡς ἄρα μὴ´ λόγῳ καταπειθεῖς. Ἔστι δ´ ὃτε καὶ ἡμεῖς ταπεινούμεθα προσευχόμενοι, καὶ ἴσως οἰόμεθα τοῦ Τελώνου κομίζεσθαι τὸ δικαίωμα· οὐκ ἔχει δὲ οὔτως· ἐκεῖνο γὰρ δεῖ σκοπεῖν, ὅτι παρὰ τοῦ Φαρισαίου κατὰ πρόσωπον ὁ Τελώνης καὶ μετὰ τὸ ἐκστῆναι τῆς ἀμαρτίας ἐξουθε οὐμενος, καὶ αὐτὸς ἑαυτὸν ἐξουθενῶν κατεδίκαζε μὴ μόνον οὐκ ἀντιλέγων, ἀλλὰ καὶ συνηγορῶν ἐκείνῳ καθ´ Πῷ ἑαυτοῦ. Ὃταν οὖν καὶ αὐτὸς τὴν ἐν χερσὶ κακίαν ἀφεὶς, τοῖς δ´ αὐτὴν ἐξουθενοῦσι καὶ λοιδοροῦσιν οὐκ ἀντιλέγῃς, ἀλλὰ συγκαταδικάζων σαυτὸν, ὡς ὄντα τοιοῦτον, διὰ προσευχῆς ἐν κατανύξει πρὸς μόνον καταφεύγεις τὸν ἐκ Θεοῦ ἱλασμὸν, ἴσθι σεσωσμένος Τελώνης ὤν· πολλοὶ γὰρ φασὶν ἑαυτοὺς ἀμαρτωλοὺς καὶ λέγομεν ἴσως καὶ ἔχομεν· ἀτιμία δὲ καρὸίαν ἐδοκίμασεν· ὥσπερ γὰρ ὁ μέγας Παῦλος πόῤῥω τῆς Φαρισαϊκῆς μεγαλαυχίας ἐστὶ, καίτοι πρὸς τοὺς ἐν Κορίνθῳ γλώσσαις λαλοῦντας γράφων· «Εὐχαριστῶ τῷ Θεῷ μου πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν.» Ἵνα γὰρ ἐκείνους καταστείλῃ, κατὰ τῶν μὴ τὸ χάρισμα κεκτημένων ἐπαιρομένους, τοιαῦτα γράφει ὁ ἀλλαχοῦ πάντων περίψημα ἑαυτὸν εἷναι λέγων. Ὡσπερ οὖν ὁ Παῦλος ἐκεῖνα γράφων, πόῤῥω τῆς φαρισαῖκῆς μεγαλαυχίας ἐστὶν, οὕτως ἐστὶ καὶ τὰ τοῦ Τελώνου ῥήματα λέγειν, καὶ ταπεινολογεῖν κατ´ ἐκεῖνον, καὶ μὴ δικαιωθῆναι καθάπερ ἐκεῖνος· δεῖ γὰρ τοῖς τελωνικοῖς ῥήμασι προσεῖναι καὶ τὴν ἀπὸ τῶν κακῶν μετάθεσιν, καὶ τὴν ἐν τῇ ψυχῇ διάθεσιν, καὶ τὴν κατάνυξιν, καὶ αὴν ὑπομονὴν ἐκείνου· ἐπεὶ καὶ ὁ Δαβὶδ ἔργοις δεῖν ἔδειξε τὸν ὑπεύθυνον ἑαυτὸν παρὰ Θεῷ λογιζόμενον καὶ μετανοοῦντα δυκαίαν ἡγεῖσθαι καὶ φορητὴν τὴν παρ´ ἑτέρων εἰς αὐτὸν ὕβριν καὶ ἀτιμίαν. Μετὰ γὰρ τὴν ἀμαρτίαν κακῶς ἀκούων παρὰ τοῦ Σεμεεί, πρὸς τοὺς ἀμύνεσθαι βουλομένους ἔλεγεν· «Ἄφετε´ αὐτὸν καταρᾶσθαί με, ὅτι Κύριος εἶπεν αὐτῷ καταράσασθαι τὸν Δαβὶδ,» τὴν ἁπὸ τοῦ Θεοῦ διὰ τὴν εἰς αὐτὸν ἁμαρτίαν συγχώρησιν, ἐκείνου πρόσταγμα λέγων εἶναι· καίτοι δεινῇ τάσε καὶ μεγάλη συμφορᾷ προσεπάλαιεν ὁ Δαβὶδ, ρτι τοῦ Ἀβεσσαλὼμ ἐπαναστάντος αὐτῷ. Καὶ δὴ μετ´ ὀδύνης οὐ φορητῆς ἄκων τὴν Ἰερουσαλὴμ ἀπολιπών, ἐπεὶ πρὸς τὴν ὑπώρειαν τοῦ Ἐλαιῶνος ἔφθασε φεύγων, τὸν Σεμεεὶ προσθήκην εὖρε τῆς συμφρᾶς, λίθοις αὐτὸν βάλλοντα, καὶ ἀφειδῶς ἐπαρώμενον, καὶ ἀναιδῶς καθυβρίζοντα, καὶ ἄνδρα αἱμάτων ἀποκαλοῦντα, καὶ ἄνδρα παράνομον, οἰονεὶ τὸ περὶ τὴν Βηρσαβεὲ καὶ τὸν Οὐρίαν ἄγος εἰς ὀνειδισμὸν