Ancient Greek
206.1 to 206.14
Gregorius Palamas, Homiliae 206.1-14
Unproofread scanNot analysed yet
συνερχόμενον κρείττονι τὴν ἀπόφασιν ἐκαρτέρει, του ῥήματι μόνῳ τὰ πάντα φέροντος· ὃς ἀνέσχε μὲν καὶ ὑπερέθετο, καθάπερ ἔφημεν πρότερον, τὴν ἀπόφασιν τοῦ κατὰ σῶμα θανάτου. καὶ ἡνίκα ταύτην ἐξήνεγκε βάθει σοφίας καὶ φιλανθοωπίας ὑπερβολῇ. πρὸς τὸ μέλλον τὴν εἰς ἔργον ἔκβασιν ταύτης ἐταμιεύσατο. Οὐ γὰρ εἰπε πρὸς τὸν Ἀδὰμ, ὡς Ἐπεὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν, ἐπιστράφηθι ὅθεν ἐξῆλθες, ἀλλὰ πολλὰ μεταξὺ προθεὶς, τὸ διάστημα δηλοῦντα τῆς ἐνταῦθα ζωῆς, εἶτ´ ἐπήνεγκεν· «Ὅτι γῆ εἰ, καὶ εἰς γῆν ἀπελεύσῃ.» μηδ´ ἐνταῦθα προτάσσων, ἀλλὰ προαναγγέλλον, καὶ ἐφιεὶς, καὶ μὴ κωλύων σὺν δίκῃ τὸ ἐκβησόμενον. Ὁρᾶτε, ὅτι οὐδὲ ὁ σωματικὸς θάνατος ἐκ τοῦ Θεοῦ, ἀλλ´ ἐκ τῆς ἁμαρτίας καὶ οὐτος, καὶ τῆς τὴν ἀμαρτίαν ἐργασαμένης ψυχῆς, καὶ τοῦ δολίως πρὸς τὴν ἁμαρτίαν συναρπάσαντος ὅφεως; Οὐκοῦν καὶ τὰ σωματικὰ νοσήματα ἀπὸ ταύτης ἔσχε τὴν πάροδον· διὰ τοῦτο καὶ ὁ πρῶτος νοσερὸν κτησάμενος σῶμα, ᾧ καὶ διηνεκεῖ κλόνῳ συζῶν ὁ Κάϊν, ἐκ τῆς ἁμαρτίας εἰς ταύτην ἦλθε τὴν κακεξίαν· ὁ γὰρ τρόμος, ὃν σπασμὸν ἰατρῶν ὀνομάζουσι παῖδες, ἀπροαίρετός ἐστι κίνησις ἐν τοῖς τὰ μέλη συνέχειν και συνδεῖν πεφυκόσι μορίοις τοῦ σώματος· ὃς ὅταν ἐξ ἐνδείας ἐπιγένηται τοῦ ἐμφύτου ὑγροῦ, οὐδ´ εἴκει τῇ τέχνη, οὐδὲ ἴασιν εἰς τὸ ἑξῆς ἐπιδέχεται. Καὶ Ἐπεὶ οὖν ὁΚάϊν κακῶς εἰς τέλος διέεθηκε τὸν ἐκ φύσεως ἐνυπάρχοντα πρὸς τὸν οἰκεῖον ἀδελφὸν αύνδεσμον, τὴν ἀγάπην περιτρέψας εἰς μῖσος, γεννηθὲν μὲν ἐκ φθόνου, τελευτῆσαν δὲ εἰς φόνον· διὰ τοῦτο τῆς ἐκ τοῦ φθόνου τηκεδόνος συνεργαζομένης τὸ πάθος, ἀνηκέστῳ καταλλήλῳ παιδεύεται νόσῳ, τῇ κατὰ τὰ νεῦρα καὶ τοὺς μῦς πληγῇ, ἃ σύνδεσμος ὑπάρχει τοῦ σώματος. Ὁρᾶτε σαφῶς, ὅτι μὴ μόνον ὁ Θάνατος, ἀλλὰ καὶ τὰ νοσήματα, καὶ αἱ ἀῤῥωστίαι σοῦ σώματος ἐκ τῆς ἀμαρτίας τὴν ἀρχὴν ἔσχον;