Ancient Greek
209.19 to 209.23
Gregorius Palamas, Homiliae 209.19-23
Unproofread scanNot analysed yet
οἱ δὲ μαθηταὶ συνεῖναι τούτῳ διὰ παντὸς ἠγάπων, καὶ δυσαποσπάστως εἶχον ἐκείνου, πῶς ἂν εἰς τὸ ὄρος ἀνέβη μόνος, εἰ μὴ τούτους ἠνάγκασεν ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς πέραν; Ἔστι δέ τι καὶ ἄλλο διορᾷν ἐντεῦθεν. Ὡς γὰρ νῦν μετὰ τὸ θεραπεῦσαι καὶ διδάξαι καὶ θρέψαι τὸ πλῆθος ἐξαισίως, ἀπολύσας αὐτοὺς, καὶ εἰς τὸ ὄρος ἀναβαίνων, ἠνάγκασε τοὺς μαθητὰς ἑαυτοὺς ἐπιδοῦναι τῇ θαλάσσῃ καὶ τοῖς κύμασιν, οὕτως ὕστερον μετὰ τὸ διὰ τῆς οἰκείας ἐνανθρωπήσεως θεραπεῦσαι τὴν ἡμετέραν φύσιν, καὶ διὸάξαι καὶ θρέψαι δι´ ἑαυτοῦ, ἀπολείπων ἡμᾶς σωματικῶς, καὶ ἀναβαίνων εἰς τὸν οὐρανὸν, ἔπεμψε τοὺς μαθητὰς εἰς τὸν κόσμον ἅπαντα, ταυτὸ δ´ εἰπεῖν εἰς τὴν ἁλμυρὰν, ὡς πειρασμῶν γέμουσαν, τῶν ἔθνῶν θάλασσαν, ὥσπερ ἐν σκάφη τῷ Εὐαγγελίῳ καὶ τῇ κατ´ αὐτὸ Ἐκκλησίᾳ, μεθ´ οὗ τοῖς πειρασμοῖς ἐξεδόθησαν. Οὐ μόνον δὲ ἔπεμψεν, ἀλλὰ καὶ ἠνάγκασεν. Καὶ τις οἷδε τὰ κατὰ τὸν Ἰωάννην τὸν ἠγαπημένον τῷ Χριστῷ Θεολόγον, εἴ τις οἶδε διὰ τί σονεχωρῆ·