Ancient Greek
211.14 to 211.22
Gregorius Palamas, Homiliae 211.14-22
Unproofread scanNot analysed yet
καὶ γὰρ τοῦ Κυρίου, καὶ πάντων τῶν ἐξ ἡμῶν μεταστάντων ἁγίων, οὓς ὑπεσήμαινεν ὁ Πέτρος, κατὰ τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν σὺν ἡμῖν γενομένων, τὸ νοητὸν ἀντικείμενον πνεῦμα τελέως καταργηθήσεται, καὶ ἡμεῖς τὴν πολυκύμαντον τοῦ βίου διαπεράσαντες θάλασσαν, εἰς τὴν γῆν τῶν πραίων εἰσελευσόμεθα, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη,. λύπη καὶ στεναγμός. Οἱ δὲ ἐν τῷ πλοίῳ, φησὶν, ἐλθόντες, προσεκύνησαν τῷ Ἰησοῦ, λέγοντες· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ·» καὶ τότε γὰρ, «Πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Ἀλλὰ τῆς ἀναγωγῆς ἀφιέμενοι, τῆς ἀρχῆς ἐπιμνησθῶμεν των λόγων· ἡ δὲ ἦν, ὡς μὴ μόνον τοῖς τελείοις τὴν πίστιν οἱ πειρασμοὶ λυσιτελοῦσιν, ὡς τῶ Ἰὼβ καὶ τῷ Πέτρῳ καὶ Παύλῳ καὶ τοῖς ὁμοίοις, ἀλλὰ καὶ τοὺς ἀτελεῖς τελειοῦσιν ἐπιφερόμενοι· καὶ γὰρ ἐνταῦθα οὐχ ὁ Πέτρος μόνος, οὐδὲ οἱ ἄλλοι μαθηταὶ μόνον, ΤΘΞοἶ καὶ αὐτοὶ ἔτι ἀτελεῖς ἦσαν. ἀλλὰ καὶ οἱ ἐν τῳ πλοίῳ πάντες, τοσοῦτον πρὸς πίστιν ὑπ´ ἐκείνου τοῦ πειρασμοῦ ὠφελήθησαν, ὡς προσελθόντες προσκυνῆσαι τῷ Ἰησοῦ, καὶ πρὸς αὐτὸν εἰηεῖν· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.» Καλῶς ἄρα φησὶν ὁ ἀπόστολος ὄν τὴν ἀρχὴν προηγάγομεν· «Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμὸν, ὅτι δόκιμος γενόμενος λήψεταί τὸν τέφανον τῆς ζωῆς.»