Ancient Greek
218
Gregorius Palamas, Homiliae 218
Unproofread scanNot analysed yet
ὁρμαθὸς ἕτερος παθῶν ἀνήδονος ἐξευοίσκεται τῶ ταλαιπώρῳ τῶν ἀνθρώπων γένει, παρ´ οὗ λοιδορίαι, καταλαλιαὶ, συκοφαντίαι, θυμὸς, μῖσος, ἔριδες, φθόνος, καὶ πᾶσα πικρίας γέμουσα ἐπιθυμία, δι´ ἣν πόλειμοί τε καὶ φόνοι ἀνὰ πᾶσαν τελοῦνται τὴν οἰκουμένην, καὶ μάλιστα κατὰ τὴν ἡμετέραν γενεὰν, διὰ τὸ ψυγῆναι τὴν ἀγάπην καὶ πληθυνθῆναι τὴν ἀμαρτίαν. Ἀλλ´ ἡμεῖς φυλάξωμεν ἑαυτοὺς ἐν ὁμονοίᾳ, συνδούμενοι τῇ πρὸς ἀλλήλους εἰρήνῃ, καὶ ἀπεχόμενοι τῆς κατ´ ἀλλήλων μανίας, ΠΑῼῆτις καὶ ψυχὰς καὶ σώματα παραδίδωσι τῇ ἀπωλείᾳ. Ναὶ, ἀδελφοί, παρακαλῶ, χαρισώμεθα ἀλλήλοις, εἴ τις πρός τινα ἔχει μομφὴν, ὡς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν· ἵνα μὴ μόνον ἐν τοῖς τοῦ Θεοῦ ναοῖς, ἀλλὰ καὶ κατ´ οἵκους καὶ κατ´ ἀγορὰν ἀθόρυβοι διαμένοντες, ὁμοῦ θυμαδὸν ἐν νὶ στόματι δοξάζωμεν τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τοῦ μέντοι καθ´ ἡδονὴν καὶ ὀδύνην πονηροῦ καταλόγου τῶν ὀλεθρίων παθῶν τοιαῦτά ἐστιν ἕτερα, ἃ μήτε ἀνώδυνά ἐστι, μήτε ἐνήδονα, ἀλλ´ οἷον σύμμικτον ἐξ ἐναντίων ἔχουσι τῆς γενέσεως τὴν ἀφορμὴν, ὁποῖόν ἐστιν ἡ εἰρωνεία, καὶ ἡ κολα κεία, καὶ ὁ δόλος, καὶ ἡ ὑπόκρισις. Ὁρᾶτε τὴν πλάνην καὶ τὴν ἀπάτην τοῦ κόσμου τούτου, πόσον ἐστὶ ποικίλη; πόσοις ἡμᾶς περιβάλλει κακοῖς; διὰ πόσων ἡμᾶς. χωρίζει ἀπὸ τοῦ Θεοῦ Μυριοπαθεῖς γὰρ ἡμᾶς ποιήσασα πολυτρόπως διίστησι τοῦ ἀπαθοῦς. Διὸ καὶ αὐτὸς ὁ Κύριος ἔλεγεν, «Ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται·» καὶ κοσμοκράτορα ἐκάλει τὸν διάβολον, ὡς ἄρχοντα τοῦ σκότους τοῦ αἰῶνος τούτου· μὴ γὰρ δὴ νομίσητε κρατεῖν τὸν πονηρόν οὐρανοῦ καὶ γῆς, καὶ τῶν μεταξὺ τούτων κτι σμάτων τοῦ Θεοῦ, καὶ διὰ τοῦτο κοσμοκράτορα καλεῖσθαι τοῦτον· ἄπαγε τῆς ἀσυνέτου γνώμης! οὐ γὰρ ουτος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται· ὁ γὰρ μετρῶν τὸν οὐρανὸν σπιθαμῇ, κατὰ τὸν προφήτην, καὶ κατέχων τὴν γῆν δρακὶ, μόνος ἐστὶν δ τούτων δημιουργός· ἀλλ´ ἡ παράχρησις τῶν ὄντων, ἡ ἐμπαθής τῶν ἐφ´ ἡμῖν διοίκησις, ὁ κόσμος τῆς ἀδικίας, ἡ πονηρὰ ἐπιθυμία. καὶ ἡ ἀλαζονεία, καθά φησιν ὁ ἠγαπημένος τῳ Χριστῷ Θεολόγος, οὐκ ἔστιν ἐκ τοῦ Πατρός. Οὗτος οὖν ὁ κόσμος ἐν τῶ πονηρῷ κεῖται διὰ τῆς ἡμετέρας παραχρήσεως καὶ σφαλερᾶς διοικήσεως· καὶ οὗτός ἐστιν ὁ κόσμος, οὗ κοσμοκράτωρ ἐστὶν ὁ Σατανᾶς, ὁ προκατηριθμημένος τῶν παθῶν ὄχλος, ὃς ἐκ τῆς φιλαμαρτήψονος ἡμῶν γνώμης κτίζεται συνεργείᾳ τοῦ πονηροῦ· δι´ ἧς οἱ μὴ διὰ τῆς μετανοίας ἐλευθερώσαντες ἐαυτοὺς αὐτοκράτορα ποιοῦσιν ἑαυτῶν τὸν διάβολον. Ἀλλὰ´ ἡμεῖς οἱ τῷ Χριστῷ συνταξάμενοι ποθήσωμεν τὸν ἄνω κόσμον· ἐπιθυμήσωμεν τῆς ἐπηγγελμένης ἡμῖν παρὰ Χριστοῦ βασιλείας· ἀποστῶμεν τῶν κατασπώντων τὴν ψυχὴν ἡδονῶν· φοβηθῶμεν τὴν ἠπειλημένην τοῦ πυρὸς γέενναν τοῖς φιληδόνοις· φύγωμεν τὴν τρυφὴν, τὴν μέθην, τὴν πορνείαν, τὴν πλεονεξίαν, τὴν ἀδικίαν, τὴν κενοδοξίαν, τὴν ὑπερηφανίαν, τὸ μῖσος, τὸν θυμὸν, τὴν ἀπανθρωπίαν· διὰ ταῦτα γὰρ ἄρχοντα φεῦ! ἡμῖν αὐτοῖς καὶ τῷ κόσμῳ τὸν πονηρὸν ἐφιστῶμεν. Φύγωμεν