Ancient Greek
220
Gregorius Palamas, Homiliae 220
Unproofread scanNot analysed yet
πρὸς τὴν ὑμετέραν ἀγάπην, ἐπεὶ τὴν ἐπ´ ὅρους σεποὴν τοῦ Χριστοῦ Μεταμόρφωσιν ἑορτάζομεν σήμερον, καὶ περὶ τοῦ κατ´ αὐτὴν φωτὸς ὁ λόγος ἡμῖν, καθ´ οὗ πολύς ἐστι νῦν ἀγὼν τοῖς τοῦ φωτὸς πολεμίοις. Φέρε δὴ μικρὸν ἄνωθεν προθῶμεν τὰς σήμερον ἀναγινωσκομένας Εὐαγγελικὰς φωνὰς εἰς ἀνάπτυξιν τοῦ μυστηρίου, καὶ τῆς ἀληθείας παράστα. σιν. «Μεθ´ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ´ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἤλιος.» Τοῦτο δὴ τοῦ Εὐαγγελίου πρῶτον κατιδεῖν ἀναγκαῖον, μετὰ ποίαν ἦΘ ἡμέραν ὁ ἀπόστολος τοῦ Χριστοῦ καὶ Εὐαγγελιστὴς Ματθαῖος τὰς ἕξ ἡμέρας ἀριθμεῖ, μεθ´ ἃς ἡ τῆς τοῦ Κυρίου μεταμορφώσεως ἡμέρα ἐπέστη· μετὰ ποίαν οὐν; Μετ´ ἐκείνην, καθ´ ἣν διδάσκων τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος, ἔλεγεν, Ὅτι μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, καὶ προσετίθει λέγων· «Ὅτι εἰσί τινες τῶν ὡδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασι λείᾳ αὐτοῦ·» δόξαν τοῦ Πατρὸς καὶ βασιλείαν ἐλυ τοῦ καλῶν τὸ φῶς τῆς οἰκείας μεταμορφώσεως, Τοῦτο καὶ ὁ Εὐαγγελιστὴς Λουκᾶς ὑποδεικνὺς, καὶ σαφέστερον ἐκτιθέμενος, «Ἐγένοντο, φησί, μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ, καὶ παραλαβὼν τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.» Ἀλλὰ πῶς συμφωνοῦσιν ἀλλήλοις, ὁ μὲν, ὀκτὼ φανερῶς εἰπὼν τὰς μεταξὺ τῆς ἐπαγγελίας καὶ της ἐπιφανείας ἡμέρας, ὁ δὲ, μεθ´ ἡμέρας ἕξ; Ἀκούετε καὶ συνίετε. Ὀκτὼ ἐπὶ τοῦ ὄρους ἦσαν, καὶ ἐξ ἐφαίνοντο. Τρεῖς οὗτοι, Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ τῷ Ἰησοῦ συναναβάντες· εἶδον δὲ ἐκεῖ συνόντας αὐτῷ καὶ συλλαλοῦντας, καὶ τὸν Μωῦσῆν καὶ τὸν Ἡλίαν, ὡς εἶναι τούτους ἕξ· ἀλλὰ τῷ Κυρίῳ πάντως ἀοράτως καὶ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον συνῆν· ὁ μὲν μαρτυρῶν διὰ φωνῆς οἰκείας, ἀγαπητὸν Υἱὸν εἶναι τοῦτον ἑαυτοῦ· τὸ δὲ διὰ τῆς φωτεινῆς νεφέλης συνεκλάμπον, καὶ τὸ τοῦ Υἱοῦ πρός τε αὐτὸ καὶ τὸν Πατέρα συμφυὲς καὶ ἑνιαῖον τοῦ φωτὸς δεικνύον· τούτων γὰρ πλοῦτος ἡ σύμφυτα, καὶ τὸ ἓν ἔξαλμα τῆς λαμπρότητος· οὔτως οὖν ὀκτώ εἰσιν οἱ ἕξ. Ὡς οὖν ἐν τούτοις οὐδεμίαν διαφωνίαν ἔχει ὁ ἓξ πρὸς τὸν ὀκτὼ, οὕτως οὐδὲ οἱ εὐαγγελισταὶ διαφωνοῦσιν, ὁ μὲν εἰπὼν, μεθ´ ἡμέρας ἓξ, ὁ δὲ Λουκᾶς, Ἐγένοντο μετὰ τοὺς λόγους τούτους ὡς ἡμέραι ὀκτώ· ἀλλ´ οἷόν τινα τύπον ἡμῖν δι´ ἀμφοτέρων τούτων ἔδωκαν τῶν λόγων τῶν ἐν τῷ ὄρει μυστικῶς ἅμα καὶ ἐμφανῶς συνειλεγμένων. οι γὰρ ἄν τις οὕτω καὶ κατὰ τὸ γράμμα καλῶς σκοπῶν, ὁμολόγους ἀλλήλους τοὺς θεοκήρυκας· ὀκτὼ γὰρ εἶπεν ὁ Λουκᾶς ἡμέρας, οὐ διαφωνῶν πρὸς ἐκεῖνον, εἰπόντα μεὺ´ ἡμέρας ἕξ, ἀλλὰ