Ancient Greek
222
Gregorius Palamas, Homiliae 222
Unproofread scanNot analysed yet
ἄρο οἰκείας περιωπῆς, τὸ δὲ ἡμᾶς ἀνάγων ἐκ τῆς κάτωθεν ταπεινώσεως, ἵνα χωρηθῇ μετρίως γοῦν γεννητῇ φύσει, καὶ ὅσον ἀσφαλές ὁ ἀχώρητος. Ἡ δὲ ποιαύτη φαντασία οὐ τοῦ νοῦ χείρον, ἀλλὰ πολλῷ κρείττων καὶ ὑψηλοτέρα, ὡς ἐγγινομένη τῇ δυνάμει τοῦ θείου Πνεύματος. Οὐ γίνεται τοιγαροῦν καὶ ἀπογίνεται, οὐδὲ περιγράφεται οὐδ´ αἰσθητικῇ δυνάμει ὑποπίπτει τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως, εἰ καὶ δι´ ὀφθαλμῶν σωματικῶν ἑώραται, καὶ πρὸς ὀλίγον χρόνον, καὶ ἐν βραχείᾳ τοῦ ὄρους κορυφῇ, Κἀλλ´ ἀπὸ τῆς σαρκὸς ἐπὶ τὸ Πνεῦμα τηνικαῦτα κατὰ τὸν εἰπόντα, «Μετέβησαν οἱ τοῦ Κυρίου μύσται Κτῇ ἐναλλαγῇ τῶν αἰσθήσεων, ἡν αὐτοῖς τὸ Πνεῦμα ἐνήργησε,» καὶ οὕτως εἶδον, ὃ τε καὶ ἐφ´ ὅσον ἐχαρίσατο τούτοις ἡ τοῦ θείου Πνεύματος δύναμις, τὸ ἀπόῤῥητον ἐκεῖνο φῶς. Ὃ μὴ συνιδόντες οἱ νῦν εἰς τοῦτο βλασφημοῦντες, αἰσθητικῇ τε καὶ κτιστῇ δυνάμει τοὺς ἐκκρίτους τῶν ἀποστόλων ἰδεῖν ψήθησαν τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως, καὶ διὰ τοῦτο κατασπᾷν ἐπιχειροῦσιν εἰς κτίσμα μὴ μόνον τὸ φῶς ἐκεῖνο, τὴν τοῦ Θεοῦ δόξαν καὶ βασιλείαν, ἀλλὰ καὶ τὴν δύναμιν τοῦ ρείου Πνεύματος, δι´ ἦς τὰ θεῖα τοῖς ἀξίοις ἀποκαλύπτεται. Οὐ γὰρ ἤκουσαν, ἢ οὐκ ἐπίστευσαν Παύλῳ λέγοντι· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα ρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ.» Ἀλλὰ τῆς ὀγδόης ἐπιστάσης, καθάπερ εἴρηται, παραλαβὼν ὁ Κύριος τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι· ἀεὶ γὰρ ἢ πάντων, καὶ αὐτῶν τῶν ἀποστόλων, ΤΘΒ ἀποχωρῶν μόνος προσηύχετο. καθάπερ ἡνίκα τοὺς πεντακισχιλίους σὺν γυναιξὶ καὶ παιδίοις πέντε ἄρτοις καὶ δυσὶν ἰχθύσιν ἐξέθρεψε· πάραυτα γὰρ πάντας ἀπολύσας, καὶ τοὺς μαθητὰς πάντας ἀναγκάσας ἐμβῆναι εἰς τὸ πλοῖον, αὐτὸς ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι· ἢ συμπαραλαμβάνων ὀλίγους, καὶ τοὺς τῶν ἄλλων ὑπερέχοντας μεθ´ ἑαυτοῦ· καὶ τοῦ σωτηρίου γὰρ πάθους προσάγοντος, τοῖς μὲν ἄλλοις μαθηταῖς φησι, Καθίσατεὧδε, ἕως προσεύξομαι· παραλαμβάνει δὲ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ´ ἑαυτοῦ. Τούτους οὖν κἀνταῦθα μόνους παραλαβὼν, ἀναφέρει εἰς ὄρος ὑψηλὸν κατὰ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, τουτέστιν αὐτῶν ὁρών των. Τί ἐστι, Μετεμορφώθη; φησὶν ὁ Χρυσόστομος θεολόχος. Παρήνοιξεν, ὡς εὐδόκησεν, ὀλίγον τῆς θεότητος, καὶ τοῖς μύσταις ἔδειξε τὸν ἐνοικοῦντα Θεόν. Ἐγένετο γὰρ ἐν τῷ προσεύχεσθαι αὐτὸν, ὡς ὁ Λουκᾶς φησι, τὸ εἶδος αὐτοῦ ἕτερον· λάμψαν ὥσπερ ἥλιος, ὡς ὁ Ματθαῖος γράφει. Ὡς ἥλιος δὲ εἰπεν, οὐχ ἵνα αἰσθητὸν ἐννοήσῃ τις τὸ φῶς ἐκεῖνο, ἄπαγε τῆς κατὰ νουν ἀβλεψίας τῶν μηδὲν τῶν κατὰ´ αἴσθησιν φαινομένων ὑψηλότερον ἐννοεῖν δυναμένων! ἀλλ´ ἵνα γνῶμεν, ὅτι ὃ τοῖς κατὰ´ αἴσθησιν ζῶσι, καὶ δι´ αἰσθήσεως ὁρῶσίν ἐστιν ὁ ἥλιος, τοῦτο τοῖς κατὰ πνεῦμα ζῶσι, καὶ ἐν πνεύματι ὁρῶσίν ἐστιν ὁ Χριστὸς