Ancient Greek
229
Gregorius Palamas, Homiliae 229
Unproofread scanNot analysed yet
εἶναι μαρτυρεῖται· Σήμερον γὰρ, φησί, φωτὸς ἀπροσίτου ἄβυσσος· σήμερον αἴγλης θείας χύσις ἀπεριόριστος ἐν Θαβὼρ τῷ ὄρει τοῖς ἀποστόλοις αὐγάζεται. Καὶ ὁ μέγας Διονύσιος γνόφον εἰπών εἶναι τὸ ἀπρόσιτον φῶς, ἐν ᾧ κατοικεῖν ὁ Θεὸς λέγεται, ἐν τούτῳ, φησὶ, γίνεται πᾶς ὁ Θεὸν γνῶναι καὶ ἱδεῖν ἀξιούμενος. Οὐκοῦν τὸ αὐτὸ φῶς ἦσαν, ὅ τε πρότερον ἀπὸ τοῦ προσώπου τοῦ Κυρίου λάμπον ἑώρων οἱ ἀπόστολοι, καὶ ἡ ἐπισκιάσασα φωτεινῆ νεφέλη μετὰ ταῦτα. Ἀλλὰ τότε μὲν ἀμυδρότερον ἐπιλάμπον παρεῖχε τὸ ὁρᾷν· ἐκφανὲν δὲ πολλῷ πλέον ὕστερον, ἀόρατον αὐτοῖς ὑπῆρχε δι´ ὑπερέχουσαν φανότητα, καὶ οὕτω τὴν τοῦ θείου καὶ ἀεννάου φωτὸς πηγὴν, τὸν ἤλιον τῆς δικαιοσύνης ἐπεσκίασε Χριστόν. Ἐπεὶ κἀν τῷ αἰσθητῷ ἡλίῳ τὸ αὐτὸ φῶς καὶ τὸ ὁρᾷν παρέχει διὰ τῆς ἀκτῖνος, καὶ ἀφαιρεῖται πάλιν τὸ ὁρᾷν, ὅταν πρὸς αὐτὸν ἐκεῖνον ἴδη τις· ὑπὲρ γὰρ τὴν συμμετρίαν τῶν ἡμετέρων ὀφθαλμῶν ἐστιν ἡ κατ´ αὐτὸν λαμπρότης. Ἀλλ´ ὁ μὲν αἰσθητὸς ἤλιος, ὡς πέφυκεν, ἀλλ´ οὐχ ὡς θέλει φαίνεται, οὐδ´ οἷς ἂν ἐθέλῃ μόνοις· ὁ τὸ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης ἣλιος Χριστὸς, οὐ φύσιν μόνον ἔχων καὶ φυσικὴν λαμπρότητα καὶ δόξαν, ἀλλὰ καὶ θέλησιν κατάλληλον, οἷς ἂν ἐθέλῃ μόνοις, καὶ ἐφ´ ὅσον θέλῃ, προμηθῶς καὶ σωτηρίως ἐπιλάμπει. Διὰ τοῦτο θελήσας ὡς ἥλιος ἐπέφανε, καὶ ἑωρᾶτο τοῖς τῶν ἀποστόλων ὁφθαλμοῖς, καὶ ταῦτα οὐκ ἐκ πολλοῦ τοῦ διαστήματος· εἶτα τηλαυγέστερος λάμψας ὡς ἠθέλησε, δι´ ὑπερέχουσαν φανότητα, τοῖς τῶν ἀποστόλων ὀφθαλμοῖς ἀόρατος ὑπῆρχεν, ὥσπερ εἰς φωτεινὴν νεφέλην εἰσελθών. Ἀλλὰ καὶ φωνὴ ἐκ τῆς νεφέλης γέγονεν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε.» Ἐν μὲν οὖν τῷ Ἰορδάνῃ τοῦ Κυρίου βαπτισθέντος, ἀνεῴχθησαν οἱ οὐρανοί, καὶ ἡ αὐτὴ γέγονε φωνὴ ἐκ τῆς δόξης πάντως ἐκείνης, ἣν καὶ ὁ Στέφανος ὕστερον ἀνεῳγμένων αὐτῷ τῶν ΖΘ οὐρανῶν, πλήρης Πνεύματος ἁγίου γεγονὼς, ἀτενίσας εἶδε· νῦν δὲ ἐκ τῆς νεφέλης, ἥτις ἐπεσκίασε τὸν Ἰησοῦν. Οὐκοῦν ἡ αὐτή ἐστιν αὐτη, τῇ ὑπερουρανίῳ δόξῃ τοῦ Θεὸν. Πῶς οὖν ἔσται αἰσθητὸν φῶς τὸ ὑπερουράνιον; Ἐδίδαξε δὲ ἡ ἐκ τῆς νεφέλης τοῦ Πατρὸς φωνὴ, ὅτι πάντα ἐκεῖνα τὰ πρὸ τῆς ἐπιδημίας τοῦ Κυρίου καὶ Θεὸν καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, αἱ θυσίαι, αἱ νομοθεσίαι, αἰ οἱοθεσίαι, ἀτελῆ τε ἦσαν, καὶ οὐ κατὰ προηγούμενον θέλημα τοῦ Θεὸν ἐγένοντό τε καὶ ἐτελέσθησαν· ἀλλὰ διὰ τὴν μέλλουσαν ταύτην τοῦ Κυρίου παρουσίαν καὶ ἐπιφάνειαν συνεχωρεῖτο. Οὗτος δέ ἐστιν, ἐν ᾠ ὡς Υἱῳ ἀγαπητῷ εὐδοκεῖ καὶ ἐπαναπαύεται καὶ ἀρέσκεται τελέως ὁ Πατήρ· διὸ καὶ αὐτοῦ ἀκούειν, καὶ αὐτῷ πειθαρχεῖν διακελεύεται. Καὶ λέγῃ, Εἰτέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἐστι καὶ εὐρύχωρος ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, στενὴ δὲ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν