Ancient Greek
233.1 to 233.10
Gregorius Palamas, Homiliae 233.1-10
Unproofread scanNot analysed yet
λλ´ ὤ τοῦ πάντων ἐπέκεινα θαυμέτων θαύματος! καὶ ἑαυτὸν ἔδωκεν εἰς θάνατον ὑπὲρ ἡμῶν, καὶ ἀνέστη, καὶ ὑπὲρ ἡμῶν ἀνελήφθη ὁ ἀεὶ ζῶν ὡς Θεὸς, καὶ ἐν οὐρανῷ ὤν, μᾶλλον δὲ ὢν πανταχοῦ καὶ ὑπὲρ τὸ πᾶν, διαμένων πρὸ αἰώνων καὶ ἐπ´ αἰῶνας καὶ ἔ Ἐλέους μὲν οὗν ἅπαντα τὰ πρὸς ἡμᾶς παρ´ αὐτοῦ γεγονότα· τί γὰρ ἕτερον τὸ κινῆσαν πρὸς τοσαύτας καὶ τηλικαύτας εὐεργεσίας ἢ φιλανθρωπία καὶ ἀγάπη καὶ ἔλεος; Ἀλλὰ διπλοῦν ἐμφαίνεται τουτὶ τὸ ἔλεος· πρὸ μὲν γὰρ τοῦ ἁμαρτεῖν ἡμᾶς εἰς αὐτὸν, ἐλεῶν ἀνεπλήρου διὰ πλείστων εὐεργεσιῶν τὴν τῆς φύσεως ἡμῶν ἔλλειψιν· μετὰ δὲ τὸ ἀμαρτεῖν ἡμᾶς εἰς αὐτὸν, ἐλεῶν διέμενε μακροθυμῶν, καὶ οὐ τοῦτο μόνον, ἀλλ´ ὑπὸ πολλῆς συμπαθείας καὶ τὰς δωρεὰς αὔξων ἐπὶ τὸ κρεῖττον ἀεὶ, καὶ εἰς ἐπίδοσιν ἄγων, μὴ μόνον οὐκ ἀποδιδοὺς κακὰ ἀντὶ κακῶν, ἀλλ´ οὐδ´ ἁπλῶς ἀγαθὰ παρέχων ἀντὶ κακῶν, ἀλλὰ τὰ τῶν καλῶν κάλλιστα, καὶ ὠν οὐδὲν ἢ μεῖζον ἢ κάλλιον· ὕστερον γὰρ ἑαυτὸν ἔδωκεν ὑπὲρ ἡμῶν, ὅς ἐστι τῶν ἀγαθῶν τὸ πρῶτον καὶ μέγιστον καὶ ἀκρότατον, μᾶλλον δὲ τὸ μόνον ἀγαθὸν καὶ ἀσύγκριτον. Ἐπεὶ οὗν διπλοῦν ἐστι τὸ τῆς ἐλεημοσύνης καλὸν, καὶ τὸ μὲν αὐτοῦ μετάδοσίς ἐστι πρὸς τοὺς δεομένους στέγης, σκέπης, τροφῆς καὶ τῆς ἐν ἀνάγκαις ἐπικουρίας· τὸ δὲ μακροθυμία καὶ ἀνεξικακία καὶ συμπάθεια πρὸς τοὺς πταίοντας, γενόμενος ὁ τοῦ Θεοῦ Υἱὸς ὑπὲρ ἡμῶν ἄνθρωπος, καὶ διδάσκαλος ἡμῶν εἰναί καταξιώσας, πρὸς μὲν ἐκεῖνο τὸ εἶδος τῆς ἐλεημοσύνης ἡμᾶς ἐνάγων, τὸ ἐκ τῆς μεταδόσεως τῶν ὑπαρχόντων ἡμῖν συνιστάμενον, Παντὶ τῷ αἰτοῦντί σε δίδου, φησί· καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς.» Καὶ, «Θησαυρίζετε ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὕτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύς σουσιν οὐδὲ κλέπτουσι.» Καὶ ἀλλαχοῦ πάλιν·