Ancient Greek
240
Gregorius Palamas, Homiliae 240
Unproofread scanNot analysed yet
καὶ τὸ θεοφόρον ἐναπέθετο πνεῦμα, δι´ οὗ μετ´ οὐ πολὺ καὶ τὸ σύζυγον ἐκεῖνο σῶμα εἰς ἀείζωον καὶ οὐράνιον μετατίθεται χῶρον, εἰκότως καὶ τῆς περὶ αὐτὴν ἀπαρχῆς μέχρι νῦν καταλλήλως· πολλοὶ γὰρ τῶν ἀπ´ αἰῶνος εὐμενείας θείας καὶ δόξης καὶ δυνάμεως ἔτυχον, ὡς καὶ τὸν ἀαβιδ λέγειν· «Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν· ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται.» Πολλοὶ κατὰ τὸν Σολομῶντα πλοῦτον ἐκτήσαντο, καὶ πολλαὶ θυγατέ ρες ἐποίησαν δύναμιν· αὕτη δὲ ὑπέρκειται καὶ ὑπερῆρε πάντας τε καὶ πάσας, οὐδ´ ὅσον εἰπεῖν· μόνη γὰρ Θεοῦ καὶ παντὸς ἀνθρωπείου γένους στᾶσα μεταξὺ, τὸν Θεὸν ἐποίησεν Υἱὸν ἀνθρώπου, υἱοὺς δὲ Θεοῦ τοὺς ἀνθρώπους ἀπειργάσατο, τὴν γῆν οὐρανώσασα, καὶ τὸ γένος θεώσασα, καὶ μόνη πασῶν αὕτη μήτηρ μὲν ἐκ φύσεως ὑπὲρ πᾶσαν φύσιν ἀναπέφηνε Θεοῦ, βασιλὶς δὲ παντὸς ἐγκοσμίου καὶ ὑπερκοσμίου κτίσματος ὑπῆρξε τῷ ἀφράστῳ τόκῳ· καὶ οὔτω τοὺς ὑφ´ ἑαυτὴν δι´ ἑαυτῆς ὑψώσασα, καὶ τὸ ἐπὶ γῆς ὑπήκοον οὐράνιον ἀντ´ ἐπιγείου ἀποδείξασα, κρείττονος ἀξίας αὕτη καὶ δυνάμεως ὑπερτέρας μετασχοῦσα, καὶ τῆς ἐκ τῶν οὐρανῶν διὰ θείου Πνεύματος χειροτονίας, ὑψηλῶν ὑψηλοτάτη καὶ μακαρίου γένους μακαριωτάτη βασιλὶς ἐφέστηκε. Νῦν καὶ τὸν οὐρανὸν ἔχουσα πρέπον οἰκητήριον, ὡς αὐτῇ προσῆκον βασίλειον, εἰς ὃν ἀπὸ γῆς μετανέστη σήμερον, καὶ ἐκ δεξιῶν παρέστη τοῦ παμβασιλέως ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη, κατὰ τὸ εἰρημένον τῷ ψαλμῳδῷ Προφήτῃ περὶ αὐτῆς. Ἰματισμὸν δὲ νοήσεις διάχρυσον τὸ θεαυγὲς ἐκείνης σῶμα, πεποικιλμένον ταῖς παντοδαπαῖς ἀρεταῖς· μόνη γὰρ αὕτη νῦν μετὰ τοῦ θεοδοξάστου σώματος σὺν τῷ Υἱῷ τὸν οὐράνιον ἔχει χῶρον· οὐ γὰρ εἶχε κατέχειν εἰς τέλος γῆ καὶ τάφος καὶ θάνατος ζωαρχικὸν σῶμα καὶ θεοδόχον, καὶ οὐρανοῦ καὶ τοῦ οὐρανοῦ τῶν οὐρανῶν φίλτερον ἐνδιαίτημα. Εἰ γὰρ ψυχὴ, Θεοῦ χάριν ἔνοικον σχοῦσα, πρὸς οὐρανὸν ἀνέρχεται τῶν ἐνταῦθα λυθεῖσα, καθάπερ καὶ διὰ πολλῶν καταφανὲς ΦΑ γέγονε, καὶ πιστεύομεν, πῶς ἂν τὸ μὴ μόνον ἐν ἑαυτῷ λαβὸν αὐτὸν τὸν προαιώνιον καὶ μονογενῆ τοῦ Θεοῦ Υἱὸν, τὴν ἀένναον πηγὴν τῆς χάριτος, ἀλλὰ καὶ γοννητικὸν ἀναφανὲν αὐτοῦ σῶμα, οὐκ ἀπὸ γῆς πρὸς οὐρανὸν ἀνελήφθη; Ἡ ἔτι τριετὴς οὖσα, καὶ μήπω τὸν ὑπερουράνιον ἔνοικον σχοῦσα, μηδὲ σαρκοφόρον προαγαγοῦσα, τὰ Ἄγια τῶν ἀγίων οἰκοῦσα, μετὰ τὸ τηλικούτοις τε καὶ τοσούτοις ὑπερτελὴς καὶ κατὰ σῶμα γενέσθαι, καὶ ὄντως ὑπερκόσμια, γῆ ἂν ἐγεγόνει διαφθοράν ὑποστᾶσα; καὶ πόθεν ἂν ἔχοι τοῦτο λόγον τοῖς μετὰ λόγου σκοποῦσι; Διὰ τοῦτο τὸ γεννῆσαν εἰκότως σῶμα συνδοξάζεται τῳ γεννήματι δόξῃ θεοπρεπεῖ, καὶ συνανίσταται, κατὰ τὸ προφητικὸν ᾆσμα, τῷ πρότερον ἀναστάντι τριημέρῳ Χριστῷ ἡ κιβωτὸς τοῦ ἁγιάσματος αὐτοῦ· καὶ παράαὐτῆς