Ancient Greek
254
Gregorius Palamas, Homiliae 254
Unproofread scanNot analysed yet
σαρκικῶν αὐτοῦ φρονημάτων, καὶ ἐπιστρεψάτω πρὸς Κύριον. Μετανοήσωμεν ἐκ ψυχῆς, ΔΦ μεταστήσωμεν ἡμᾶς αὐτοὺς ἀπὸ τῆς πονηρᾶς συνηθείας καὶ τῆς φιλαμαρτήμονος γνώμης, ἵνα στήσωμεν τὴν θείαν ὀργὴν, καὶ πρὸς ἔλεον μεταστήσωμεν. Ἰατρεύσωμεν τὴν ἡμετέραν κακίαν, μὴ ὑπὸ τῆς κακίας ἀναλωθῶμεν. Μιμησώμεθα μὴ τοὺς ἐν τῷ κατακλυσμῷ διαφθαρέντας, ἀλλὰ τοὺς ἐν τῇ Νινευῒ τῇ μεταμελείᾳ διασωθέντας· ἐκεῖνοι μὴ ἔχοντες ἐκ πολλῶν ὑποδειγμάτων ἐννοεῖν τηνικαῦτα τὴν θείαν φιλανθρωπίαν, ὅμως ἀνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἔκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτοῦ, λέγοντες· «Τίς οἷδεν εἰ μετανοήσει ὁ Θεὸς, καὶ ἀποστρέψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα;» Ἡμεῖς ἐκ πολλῶν τε ἄλλων ἔγνωμεν καὶ ἐξ ἐκείνων αὐτῶν ὅτι· «Εἶδεν ὁ Θεὸς τὰ ἔργα αὐτῶν, ὅτι μετενόησαν καὶ ἐπέστρεψαν, καὶ μετενόησε καὶ αὐτὸς ἐπὶ τοῖς κακοῖς οἷς ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.» Ἀλλ´ ἐκεῖ μὲν Ἰωνᾶς ἢν ὁ κηρύττων καὶ ἀπειλῶν· καὶ τὸ μεῖζον, ὅτι μηδὲ πρὸς μετάνοιαν ἕλκων, μηδὲ ἐπαγγελλόμενος τὴν συμπάθειαν. Ἰωνᾶς ὁ καταβὰς εἰς Ἰόππην ἐξ Ἰουδαίας, καὶ ἀπὸ ταύτης εἰς τὸν τῆς θαλάσσης βρασμὸν, ἐν ᾧ καταποθεὶς ὑπὸ κήτους, τριήμερος ἐξεδόθη πρὸς τὴν Νινευῒ καὶ ἐκήρυττε. Πόσον δὴ πλεῖον Ἰωνᾶ ὧδε; Αὐτὸς γὰρ ὁ τοῦ Θεοῦ προαιώνιος Λόγος, οὖ τύπος Ἰωνᾶς ἦν, ἐκ τῶν οὐρανῶν κατῆλθεν, ὡς ἐκεῖνος εἰς Ἰόππην, οὗτος εἰς γῆν· καὶ τοῖς πειρασμοῖς καὶ τοῖς πάθεσιν ἐκδοθείς, ὡς ἐκεῖνος τοῖς κύμασι, διὰ τοῦ θανάτου κατῆλθεν εἰς τὰ κατώτατα πάσης τῆς γῆς ὑπὸ τοῦ δου, ὡς ἐκεῖνος ὑπὸ τοῦ κήτους καταποθείς, καὶ τριήμερος ἀναστὰς ἐκεῖθεν τοῖς μετανοοῦσιν οὐράνιον ἐπηγγείλατο βασιλείαν, καὶ τὰ τῆς μετανοίας ἔργα πᾶσιν ἡμῖν διετράνωσε καὶ ἐκήρυξεν, ἄπερ ἀθετοῦντες ἡμεῖς δικαίως τῷ χαλεπῷ θανάτῳ παραδιδόμεθα Χαλεπὸν μὲν οὖν ὁ θάνατος, προσγινόμενός τε καὶ προσδοκώμενος, ἀλλὰ τὸ ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν μὴ ἐπιστρέψαι πολλῷ χαλεπώτερον· ἐνταῦθα γὰρ αὔξει τὴν τιμωρίαν, καὶ μετὰ ταῦτα τοῖς ἀτελευτήτοις παραπέμπει κολαστηρίοις, ὧν μὴ γένοιτό τινα πεῖραν ἡμῶν λαβεῖν. Εἰ γὰρ τὰ ἐνταῦθα δεινὰ δοκοῦσιν ἀφόρητα, παρερχόμενα ὄντα, καὶ τοῦ σώματος μόνον ἁπτόμενα, τίνα ἐκεῖνα, ἃ μετὰ τοῦ σώματος κολάζει καὶ τὴν ψυχὴν, καὶ προσδοκίαν ἀπελλαγῆς οὐκ ἔχει οὐδέποτε· Ἀλλ´ ἡμεῖς μετανοήσωμεν, ἀδελφοί, καὶ ἐπιστρέψωμεν ἔργῳ καὶ λόγῳ τὴν μετάνοιαν ἐνδεικνύμενοι· καὶ προσπέσωμεν τῷ Θεῷ μετὰ συντετριμμένης καρδίας πρὸς αὐτὸν λέγοντες· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ἀργῇ σου παιδεύσῃς ἡμᾶς· ἀλλὰ ποίησον μεθ´ ἡμῶν κατὰ τὸ ἔλεός σου. Ἐγγύς ἐστιν οὐτος τοῖς ἐπικαλουμένοις, ἐὰν μὴ τοῖς στόμασι μόνον, ἀλλὰ καὶ τῇ διανοίᾳ βοῶσι, τοῖς ἔργοις καὶ τοῖς ἐπιτηδεύμασιν αὐτῶν πρὸς αὐτὸν ἐπιστρέφοντες. «Ἐπιστρέψατε γὰρ πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος, καὶ τῶν ἀνομιῶν ὑμῶν οὐ μὴ μνησθῶ ἔτι.» Ἐὰν πάντως ἡμεῖς ταύτας, ἢ ἀνεπιστρόφως