Ancient Greek
256
Gregorius Palamas, Homiliae 256
Unproofread scanNot analysed yet
ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶνεαὶ αὐτὸς προελεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλίου·» Παρθένος γὰρ καὶ οὗτος κατ´ ἐκεῖνον, καὶ ἐρημοπολίτης μᾶλλον ἢ ἐκεῖνος, καὶ βασιλεῖς καὶ βασιλίδας 2Α ἐλέγχων παρανομοῦντας. Ὁ δὲ τοῦτον καὶ ὑπὲρ ἐκεῖνον μάλιστα ποιεῖ, ὅτι καὶ πρόδρομος ἔσται τοῦ Θεοῦ· προελεύσεται γὰρ. φησὶν, ἐνώπιον αὐτοῦ. Ταῦτα νομίσας ὑπὲρ πίστιν ὁ Ζαχαρίας, πεδεῖται τὴν γλῶσσαν· ἐπειδὴ γὰρ ἑκὼν οὐκ ἠβουλήθη κηρύττειν, σιωπῶν ἄκων βοᾷ τὴν ξένην τοῦ παιδὸς σύλληψιν μέχρις ἂν εἰς φῶς ἔλθοι προελθοῦσαν τὴν τοῦ Λόγου φωνήν. συλληφθεὶς δὲ μετὰ τοσούτων καὶ οὕτω μεγάλων τῶν ἐπαγγελιῶν, πρὶν ἢ τεχθῆναι προφήτης χρίεται, καὶ τῆς χάριτος, ὡ τοῦ θαύματός! τῇ μητρὶ μεταδίδωσι· καὶ κατὰ τὸν Ἠσαΐαν, ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ἐνδύεται· κατὰ δὲ τὸν Ἡλίαν, ἀνθ´ ἑαυτοῦ χρίσι προφήτην, καὶ φθάνει καὶ ὑπερβαίνει τὴν ἀμφοτέρων τῶν προφητῶν τελειότητα ἔτι ἐν ἐμβρύοις ὤν, ὡς ἐνώπιον Κυρίου τοιαῦτα ἐπιδεικνύμενος· ἐπεὶ γὰρ τὸ ἔμβρυον μετὰ τὴν τῶν μελῶν διάρθρωσιν κίνησιν μὲν ἔχει, φωνὴν δὲ οὔπω ἔχει, διὰ τὸ μήπω ἐνδιαιτᾶσθαι τῷ ἀέρι· ἐπέστη δὲ ἡ κυοφοροῦσα τηνικαῦτα τὸν Θεὸν παρθένος, καὶ ἐν γαστρὶ ὢν ὁ Ἰωάννης, οὐκ ἀνεπαισθήτως ἔσχε τῆς θεϊκῆς παρουσίας καὶ οἰκονομίας, ἀλλ´ ἀνυμνεῖ ταύτην ἐκεῖθεν διὰ τῆς μητρικῆς γλώττης θεολογῶν· σκιρτᾷ καὶ αὐτὸς ἔνδον καὶ ἀγαλλιᾶται, ὤ τοῦ θαύματος! ἐν Πνεύματι ἀγίῳ, τὴν τελειότητα τοῦ μέλλοντος αἰῶνος ἐν μητρικῇ νηδύῖ δεξάμενος· καθάπερ γὰρ ὁ μέγας Παῦλος τὸ μυστήριον προκαταγγέλλων τῆς αἰωνίου ζωῆς· «Σπείρεται, φησὶ, σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικὸν,» τουτέστι δυνάμει θείου Πνεύματος ὑπερφυεῖ, κατὰ τὸν μέλλοντα αἰῶνα διοικούμενόν τε καὶ κινούμενον· οὖτως ὁ Ἰωάννης ἐσπάρη μὲν καὶ συνέστη σῶμα ψυχικὸν ἐν μητρικῇ νηδύῖ, τῇ δὲ ἐν αὐτῇ παραδόξῳ χρίσει τοῦ θείου Πνεύματος ἀνεδείχθη σῶμα πκαυ. ματικὸν, ἐν πνεύματι σκιρτῶν καὶ ἀγαλλιώμενος, καὶ τὴν αὐτὸν κυοφοροῦσαν προφῆτιν ἀπεργαζόμενος· καὶ γὰρ φωνῇ μεγάλῃ διὰ τῆς ἐκείνης γλώττης ηὐλόγει τὸν Θεὸν, καὶ Μητέρα τοῦ Κυρίου τὴν κυοφοροῦσαν ἀνεκήρυξε παρθένον, καὶ καρπὸν τῆς αὐτῆς κοιλίας προσηγόρευσε τὸν ἐν αὐτῇ κυοφορούμενον, ἐγκύμονά τε ἅμα καὶ παρθένον ταύτην εἶναι παριστάς. Οὔτω μὴ μόνον κατὰ τὸ γεγραμμένον, πρὶν ἦ γνῶναι τὸ κακὸν ἐξελέξατο τὸ ἀγαθόν· ἀλλὰ καὶ πρὶν ἢ γνῶναι τὸν κόσμον ἐν ἐμβρύοις ὢν, ὑπερκόσμιος ὁ Ἰωάννης ἦν. Γεννηθεὶς δὲ πάντας καὶ εὔφρανε καὶ ἐξέπληξε τοῖς περὶ αὐτὸν θαυμασίοις· «Χεὶρ γὰρ Κυρίου ἦν, φησί, μετ´ αὐτοῦ,» τερατουργοῦσα πάλιν οἷα καὶ πρότερον· τὸ γὰρ τοῦ πατρὸς αὐτοῦ στόμα τὸ πεδηθὲν, ὡς μὴ πιστεῦσαν τὴν ξένην τοῦ παιδὸς σύλληψιν, ἀνεῴχθη καὶ ἐνεπλήσθη Πνεύματος ἁγίου, καὶ προεφήτευσε τά τε ἄλλα, καὶ περὶ τοῦ οἰκείου τούτου παιδὸς, λέγων· «Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ, τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ.» Καθάπερ δὲ συλληγθεὶς ὁ θεῖος παῖς οὗτος, τὸ ἐκ μητρικῆς νηδύος