Ancient Greek
26
Gregorius Palamas, Homiliae 26
Unproofread scanNot analysed yet
ταῖς αὐτοῦ παραλόγοις ὀρέξεσι, καὶ ἀνθρωποκτόνος φεῦ! ἄνθρωπος γίνεται, οὐ μόνον τοῖς κτήνεσι τοῖς ἀνοήτοις ὁμοιωθεὶς, ἀλλὰ καὶ τοῖς ἑρπετοῖς καὶ ἰοββλοις τῶν ζώων, σκορπίος, ὄφις, γέννημα ἐχιδνῶν γεγονὼς, ὁ ἐν υἱοῖς Θεοῦ τεταγμένος. Εἶδες πῶς διεσκόρπισε καὶ ἀπώλεσε τὴν οὐσίαν αὐτοῦ· «Καὶ δαπανήσας, φηδὶ, πάντα ὁ νεώτερος υἱὸς, ἤρξατο ὑστερεῖσθαι.» Εἰς λιμὸν ἐμπεσὼν, ἀλλ´ οὕπω πρὸς ἐπιστροφὴν ἔβλεψε· καὶ γὰρ ἦν ἄσωτος· διὸ «Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρα, ἐκείνης, καὶ ἔπεμψεν αὐτόν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους.» Τιρες δὲ οἱ τῆς μακρὰν οὕσης τοῦ Θεοῦ χώρας πολῖται καὶ πολιτάρχαι; Πάντως οἱ δαίμονες· ὑφ´ ὧν πορνοβοσκὸς, καὶ ἀρχιτελώνης, καὶ ἀρχιλῃστής, καὶ στασιάρχης κατέστη ὁ υἱὸς τοῦ οὐρανίου Πατρός· πᾶν μὲν γὰρ πάθος διὰ τὴν ἄκραν ἀκαθαρσίαν ὁ χοιρώδης αἰνίττεται· χοῖροι δέ εἰσιν οἱ τῷ βορβόρῳ τῶν παθῶν τούτων ἐγκυλινδούμενοι, ὡν ἐκεῖνος προστὰς, ὡς καθ´ ἡδυπάθειαν ὑπερέχων αὐτῶν, οὐκ ἡδύνατο κορεσθῆναι ἁπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, τουτέστι κόρον τῆς οἰκείας ἐπιθυμίας λαβεῖν οὐκ ἠδύνατο. Πῶς ἡ τοῦ σώματος φύσις οὐκ Κἀρκεῖ τοῦ ἀκολάστου ὑπηρετεῖν ταῖς ὁρμαῖς; Ὁ χρυσὸς ἢ ὁ ἄργυρος, τῷ φιλοχρύσῳ καὶ φιλαργύρῳ προσγεγονὼς, τὴν ἔνδειαν ηὔξησε, καὶ καθ´ ὅσον ἂν πολὺς ἐπιῤῥεύσῃ, κατὰ τοσοῦτο πλείονος ἐπιθυμεῖν παρεσκεύασεν· ὁ κόσμος ἅπας μόλις, τάχα δὲ οὐδὲ μόλις ἀρκέσει πλεονέκτῃ καὶ φιλάρχῳ ἑνί, Ἐπεὶ οὖν πολλοὶ μὲν οὗτοι, κόσμος δὲ εἷς, πῶς ἄρα δυνήσεταί τις αὐτῶν τῆς οἰκείας ἐπιθυμίας κόρον εὐρεῖν; Οὕτω τοίνυν καὶ ὁ τοῦ Θεοῦ ἀποστατήσας ἐκεῖνος οὐκ ἡδύνατο χορτασθῆναι· οὐδὲ γὰρ ἐδίδου τις, φησι, τόν κόρον αὐτῷ· τίς γὰρ ἂν καὶ ἔδωκεν; ὁ Θεὸς ἀπῆν, οὗ καὶ τῇ θέᾳ μόνῃ κόρος ἀνεπαχθὴς τῷ ὁρῶντι προσγίνεται, κατὰ τὸν εἰπόντα· «Χορτασθήσομαι ἐν τῷ ὀφθῆναι μοι τὴν δόξαν σου.» Ὁ διάβολος οὐκ ἔθέλει κόρον παρασχεῖν τῶν αἰσχρῶν ἐπιθυμιῶν, ἐπεὶ μεταβολὴν τῆς πρὸς αὐτὰ σχέσεως ἐν τοῖς τρεπτοῖς ὁ κόρος ἑργάζεσθαι πέφυκεν· εἰκότως οὖν οὐδεὶς ἐδίδου τὸν κόρον αὐτῷ Μόλις ποτὲ τοίνυν ἐφ´ ἑαυτοῦ γενόμενος ὁ ἀποσκιρτήσας τοῦ πατρὸς ἐκεῖνος, καὶ οἶ κακῶν ἱροθασεν ἐννοήσας, ἀπεκλαύσατο ἑαυτὸν, λέγων· «Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι.» Τίνες οἱ μίσθιοι; οἱ διὰ τῶν τῆς μετανοίας ἱδρώτων καὶ τῆς ταπεινώσεως οἷά τινα μισθὸν ἐπανακαλούμενοι τὴν σωτηρίαν. Υἱοὶ δέ εἰσιν οἱ διὰ τὴν πρὸς αὐτὸν ἀγάπην ταῖς αὐτοῦ ἐντολαῖς ὑποτασσόμενοι· καθάπερ καὶ ὁ Κύριος εἶπεν· «Ὃ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει.» Τῆς οὖν υἱοθεσίας ὁ νεώτεροζ ἀποπεσὼν υἱὸς, καὶ τῆς ἱερᾶς πατρίδος ἐκπεσὼν ἑκὼν, καὶ λιμῷ περιπεσὼν, καταγινώσκει ἑαυτοῦ καὶ ταπεινοῦται, καὶ μετανοεῖ λέγων· «Ἀναστὰς πορεύσομαι, καὶ προσπεσοῦμαι τῷ πατρὶ, καὶ ἐρῶ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου.» Καλῶς ἄρα τὴν ὁρχὴν ΛΘ ἐλέ ΚΓμυΓ. ΙΟΙ