Ancient Greek
272.1 to 272.13
Gregorius Palamas, Homiliae 272.1-13
Unproofread scanNot analysed yet
φωνὴν σπλαγχνισθεὶς ἐπὶ τῇ χήρᾳ ἧς ὁυἱὰς ἐξεκομίζετο τεθνηιεώς, καὶ μηδὲν μελλήσας, μηδὲ πραγματευσάμενος, μηδ´ εὐξάμενος, ἀλλὰ προστάγματι μόνῳ δοὺς ἑκ νεκροῦ ζῶντα τὸν μονογενῆ τῇ πενθούσῃ μητρί, μόνος ἔδειξεν αὐτὸς ὤν ὁ ζωῆς καὶ ὑανάτου Κύριος. Ἐγένετο γὰρ, φησὶν ὁ εὐαγγελιστὴς, ἐν τῇ ἐξῆς ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναῖν. Αὐτόκλητος ἐπὶ τὸ μέγα θαῦμα τοῦτο τῆς ἄναστάσεως ὄ Κύριος ἔρχεται, ἵνα δείξῃ μὴ μόνην τὴν ζωοποιὸν δύναμιν, ἀλλὰ καὶ τὴν ἀγαθότητα καὶ τὴν εὐσπλαγχνίαν ἀσύγκριτον ἔχων. Τῷ μὲν γὰρ Ἡλία οἴον καὶ ἐπέσκωψεν ἡ Σαραφθία, κενοῦσα πρὸς τὴν τοῦ παιδὸς ἀναβίωσιν· τὸν δὲ Ἐλισσαῖον προδιδάξασα μὴ προῖδόντα τὸ πάθος, εἶτα καὶ κατηνάγκασεν ἡ Σουμανῖτις, «Ζῇ, λέγουσα, Κύριος, καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε.» Ὁ δὲ Κύριος καὶ προγινώσκει παρ´ ἑαυτοῦ, καὶ μηδενὸς ἐκκαλουμένου πορεύεται πρὸς τὴν πόλιν, ἀφ´ ἧς ὁ τεθνηκὼς ἐξεκομίζετο παῖς. Ἐπορεύετο δέ, φησὶν, ἐν τῇ ἑξῆς. Καὶ τοῦτο πανσόφως ὁ εὐαγγελιστὴς ὑπεσημήνατο. Ὑπογράφει γὰρ ἡ τοῦ παιδὸς τῆς χήρας ἀνάστασις τὴν ἀνακαίνισιν τοῦ ἡμετέρου νοῦ. Χήρα γὰρ ἦν καὶ ἡ καθ´ ἡμᾶς ψυχὴ διὰ τὴν ἀμαρτίαν στερηθεῖσα τοῦ οὐρανίου νυμφίου, ἔχουσα καθάπερ τινὰ μονογενῆ τὸν οἰκεῖον ἑκάστῃ νοῦν, ὃς τεθνηκὼς ἦν τῷ κέντρῳ τῆς ἀμαρτίας ἀπολέσας τὴν ὄντως ζωήν. Ἐξεκομίζετο δὲ καὶ οὗτος, ποῤῥωτέρω δήπου Θεοῦ γινόμενος ὑπὸ τῶν ἀγόντων αὐτὸν παθῶν εἰς ἅδου καὶ ἀπωλείας βυθοὺς, ἀλλὰ πορευθεὶς ἐφ´ ἡμᾶς ὁ Κύριος, καὶ ἐπιστὰς ἤδη τῇ διὰ σαρκὸς αὐτοῦ παρουσίᾳ, καὶ ἀνεκαίνισε καὶ ἀνήγειρεν. Αὔτη δὲ οὐκ ἐξ ἀρχῆς ἐφ´ ἡμᾶς, ἀλλ´ ὕστερον ἐπ´ ἐσχάτων αἰώνων γέγονε. Διὰ τοῦτο οὐδὲ τοῦτο παρῆκεν ὁ εὐαγγελιστὴς, ἐπορεύετο, λέγων, ἐν τῆ ἑξῆς ὁ Ἰησοῦς ἀναστήσων τὸν τεθνηκότα τῆς χήρας παῖδα, καὶ ταύτης τὸ πένθος εἰς εὐφροσύνην μετασκευάσων. Προσέχετε τοῖς λεγομένοις τὸν νοῦν, ἀδελφοὶ, παρακαλῶ·