Ancient Greek
273.1 to 273.18
Gregorius Palamas, Homiliae 273.1-18
Unproofread scanNot analysed yet
πάντας ἐφελκύσηται πρὸς τὴν εἰς αὐτὸν σωτήριον πίστιν. Ὡς γὰρ ἤγγισε, φησί, τῇ πύλῃ τῆς πόλεως, ἐξεκομίζετο τεθνηκώς. Προειδὼς γάρ καὶ αὐτὴν τῆς ἐκφορᾶς τὴν ὥραν εἰς καιρὸν ἐπέστη. Ἐξεκομίζετο οὖν τεθνηκώς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ χήρα, τὰ αὐτὰ τῇ πενθούσῃ, καὶ τὴν λύπην ηὔξησε πολλαπλασίαν, καὶ τὴν λύσιν ἐξαισίαν ἤνεγκεν. Ἰδὼν γὰρ ὁ Κύριος μητέρα, καὶ μητέρα χήραν, ἐφ´ ἑνὶ παιδὶ τὰς ἐλπίδας σαλεύουσαν, καὶ ἀώρῳ θανάτῳ τοῦτον ἀφῃρημένην, ἑπομένην τε τῇ σορῷ τοῦ παιδὸς καὶ κοπτομένην ἐλεεινῶς, ἐσπλαγχνίσθη, φησί. Πῶς γὰρ οὐκ ἔμελλεν, ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν; καὶ εἶπε πρὸς αὐτὴν παραμυθούμενός τε καὶ τὸ μέλλον προορῶν, Μὴ κλαῖε. ει μὲν γὰρ ἐκεῖνος, τί ἔμελλε ποιεῖν. Ἡ δὲ γυνὴ οὕτε αὐτὸν ᾔδει, πολλῷ μᾶλλον οὐδὲ τὸ μέλλον. Διὸ οὐδὲ πίστιν εἶχεν, οὐδὲ ᾔτει παρ´ αὐτοῦ τι, οὐδὲ αὐτὸς ἀπῄτει πίστιν παρ´ αὐτῆς. Ἀλλὰ πάντα δυνάμενος, καὶ μηδὲ τῆς ἀπὸ τῶν πιστευόντων συνεργείας δεόμενος, προσελθὼν ἥψατο τῆς σοροῦ, ἴνα δείξῃ καὶ τὸ οἰκεῖον σῶμα ζωοποιὸν ἔχον, ὡς ὁμόθεον, δύναμιν, καὶ εἶπε, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. Καὶ ἀνεκάθισεν ὁ νεκρός. Ὥκουσε γὰρ ὁ κωφὸς χοῦς τοῦ καλοῦντος τὰ μὴ ὄντα, ὡς ὄντα, ἤκουσε τοῦ τὰ πάντα φέροντος τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ἤκουσεν οὐ φωνὴν ἀνθρώπου θεο φόρου, ἀλλὰ Θεοῦ ἐνανθρωπήσαντος. Καὶ μὴ μόνον ἀνεκάθισεν ὁ νεκρὸς, ἀλλὰ καὶ ἤρξατο λαλεῖν. Καὶ ἐπὶ τοῦ υἱοῦ γὰρ σῆς Σαραφθίας χήρας, ἡνίκα ἐπέστρεψεν ἡ ψυχὴ αὐτοῦ εἰς αὐτὸν, ἀνεβόησεν εὐθὺς τὸ παιδίον κατὰ τὴν ἱστορίαν. Δεῖγμα δὲ τοῦτο τοῦ μὴ κατὰ φαντασίαν εἶναι τὴν ἀνάστασιν. Ὁ μὲν οὖν Ἡλίας ἕνα διὰ προσευχῆς, καὶ ὁ Ἐλισσαῖος ἔτι ζῶν ἕτερον ἀνέστησε νεκρὸν, πιστούμενοι καὶ προδεικνύντες τὴν θεανδρικὴν τοῦ Χριστοῦ ζωοποιὸν ἐνέργειαν· ὁ δὲ Κύριος τρεῖς μὲν ἐκ νεκρῶν ἤγειρε προστάγματι πρὸ τοῦ σταυροῦ, τὸν παῖδα τῆς χήρας τοῦτον, τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα, καὶ τὸν τετραήμερον Λάζαρον·