Ancient Greek
276.7 to 276.13
Gregorius Palamas, Homiliae 276.7-13
Unproofread scanNot analysed yet
Τοῖς μὲν οὖν ἔξωθεν τὸν οὕτω μέγαν ἀγάλλειν ἐπιχειρεῖν, καὶ τὴν ἐνεγκοῦσαν τοῦτον ταυτηνὶ λέγειν, ὅτι κορυφή τις οἷον ἀπάσῃς Θετταλίας ἐστί, καὶ τοῦ κράτους ἐξ αὐτῶν τῶν πραγμάτων φερωνύμως ἐπώνυμος, ἔτι τε τῶν προγόνων τὴν περιφάνειαν, καὶ τῶν γεννητόρων τὴν εὔκλειαν, κἀν ἐκ περιουσίας αὐτῷ κἀντεῦθεν τὸ ἀξιάγαστον, περιττὸν ὅμως. Οὕτος γὰρ αὐτοῖς ἐστι μᾶλλον εἰς μέγα καύχημα· Δημητρίῳ δὲ κόσμος ἐκ τούτων πῶς; τῷ πᾶσαν τὴν οἰνουμένην, πρὸς δὲ καὶ τὸν ἄνω κόσμον ἐπικοσμήσαντι; Τούτῳ δὲ κόσμος τίς; Ἡ ἀκαθαίρετος πίστις, ἡ ἀπειρόδωρος χάρις. ὁ θεῖος καὶ ἀναφαίρετος πλοῦτος τῶν θεοειδῶν ἀρετῶν, ὃς νῦν ἐστιν ἐντεθησαυρνσμένος τοῖς οὐρανοῖς, προσθήκη τοῖς ἐκεῖ ταμείοις τῶν καλλίστων γενόμενος, μᾶλλον δὲ ἀπὸ γῆς εἰς οὐρανὸν φθάνει, καὶ περιὼν ἔτι τῷ βίῳ, καὶ γεγονώς ἐξἀνθρώπων, προσθήκη μεγίατη τοῖς ἀιδίοις καλοῖς