Ancient Greek
279
Gregorius Palamas, Homiliae 279
Unproofread scanNot analysed yet
πεσὼν διὰ τοῦ σώματος εἰς τὴν γῆν, οὐκ ἐνέγκῃ καρπὸν πολὺν διὰ τὴν ἀκαιρίαν τοῦ πτώματος. Ἀλλ´ ἡνίκα τῶν συμβόλων ἐκείνων τὴν ἔκβασιν ὁ αὐτόχρημα φθόνος εἰδεν, οὐκέτι φέρειν οἷός τε ὧν, ἐκμαίνει κατὰ τοῦ ἀντιπάλου τῆς πλάνης τοὺς ὑπηρέτας τῆς πλάνης, καὶ τῷ βασιλεῖ τῆς ἀπάτης, Μαξιμιανὸς οὗτος ἠν, κρατήσαντες ἀπάγουσι τὸν τῆς ἀπάτης διώκτην, καὶ οὕτω πρὸς τὸ τοῦ μαρτυρίου στάδιον ἀποδύεται Δημήτριος, ὁ χαρίτων ἀῤῥήτων ἐκ παιδὸς ἔμπλεως, καὶ τὰ πάντα σοφὸς, καὶ δίκαιος, καὶ ὅσιος, καὶ ἀπόστολος, καὶ παρθένος, καὶ πάναγνος, οὐ πολὺ δὲ εἰπεῖν, ὅτι καὶ ἠγαπημένος τῷ Χριστῷ μαθητὴς, ἢ παῖς, ἢ φίλος ἄκρος καὶ οἰκειότατος, μᾶλλον δὲ πάνθ´ ὁμοῦ, ὡς καὶ διὰ πάντων ἐλθὼν τῶν Θεῷ φίλων, καὶ λογισμῶν, καὶ λόγων, καὶ πράξεων. Ποθεῖτε πάντες, εὖ οἶδα, καὶ τὸν τρόπον τῆς κατασχέσεως, ὅπη τε καὶ ὅπως ὑπὸ τῶν δηίων ἥλω ζητούμενος. Στοά τις ἐστὶν ὑπόγειος ἐν τῷ ναῷ τῆς ἀειπαρθένου καὶ Θεομήτορος, ἦς καταφυγὴ τὸ ἐπώνυμον, ὅθεν ἔθος ἐστὶ παλαιὸν τῆς τοῦ μεγαλομάρτυρος πανηγύρεως τὴν ἀρχὴν δι´ ἔτους ποιεῖσθαι, κἀκεῖθεν διὰ τῆς λεωφόρου μεθ´ ὕμνων τῶν πρὸς αὐτὸν ἀνιόντας, ἐνθάδε ταύτην ἀνύειν καὶ εἰς τέλος ἄγειν τὴν ἑορτήν. Τῆς οὗν ἀσεβείας ἐπικρατούσης, ἐπεὶ τὰ τῆς εὐσεβείας χώραν οὐκ εἶχεν, ἐμφιλοχωρῶν ὁ μάρτυς τοῖς ὑπογείοις ἐκείνοις μετεδίδου τοῖς προσιοῦσι τῆς οὐρανίου διδασκε. λίας, καὶ τοῖς ἀπὸ τῆς ἀσεβείας, οἱονεί τινος πολυ κυμάντου κλύδωνος, ἐπ´ αὐτὸν καταφεύγουσι, τὸν ὄντως εὔδιον λιμένα τῆς εὐσεβείας, μετ´ ἀδεία. τὰ Χριστιανῶν ὑπετίθετο καὶ ἐτέλει. Καὶ οὕτω καταφυγὴ μὲν ὁ θειότατος ὑπῆρχε τηνικαῦτα μάρτυς πάντων τῶν εὐσεβεῖν αἱρουμένων. Καταφυγὴ δὲ καὶ τόπος ἐντεῦθεν ἐκλήθη. Τοῦτο μαθόντες οἰ παρὰ Μαξιμιανοῦ τοῦ Ἑρκουλίου καταστάντες ῥινηλατεῖν τοὺς συνηγόρους τῆς εὐσεβείας, διδάσκοντι τῷ μάρτυρι τὸν λαὸν ἐπιστάντες ἐκεῖ, καὶ πολὺ πλέον μανέντες, ἅτε τὸ συνειλεγμένον πλῆθος ἰδόντες, ὡ, Θεοῦ φωναῖς, τοῖς τοῦ Δημητρίου λόγοις προσέχοντας, κατ´ αὐτοῦ χωροῦσιν, ὡς προεστηκότος, τὸ πλῆθος διασκεδάσαντες. Κρατήσαντες δὲ, διὰ τῆς λεωφόρου ἄγουσι ταύτης, καὶ τῷ Μαξιμιανὸς παριστᾶσιν, ἐνταῦθά ποι διατρίβοντι, καὶ ταῖς τοῦ Λυαίου ἀνθρωποκτονίαις μεθ´ ἡδονῆς ὅτι πλείστης προσέχοντι. Ὁ δὲ δυσαποσπάστως ἔχων τῆς τέρψεως, ἐνταῦθα κατάκλειστον γενέσθαι προστάττει τὸν ἄγιον, οὗ καὶ τὸ μαρτυριον ἤνυσε. Ταῦθ´ ἡμεῖς εἰκονίζοντες κατ´ ἔτος εἰκότως, ἐκεῖ μὲν τῆς πανηγύρεως ποιούμεθα τὴν ἀρχὴν, ὧδε δὲ τὴν τελείωσιν, ἐπεὶ καὶ ὁ μάρτυς οὕτως εἶχεν, ἑλκόμενος εἰς σφαγὴν τηνικαῦτα διὰ Χριστὸν, ὡς εἰς ἑορτὴν καὶ θυμηδίαν τὴν μεγίστην καλούμενος, Ἡ μὲν οὖν τοῦ ἀρχεκάκου διαβόλου σπουδὴ, τοτάχος ἐξ ἀνθρώπων τηνικαῦτα γενέσθαι Δημήτριον. Οὐ γὰρ ἔφερε τοῦτον ἐπὶ γῆς ἔτ´ εἶναι, καὶ ὁρᾶσθαι, καὶ προσλαλεῖν Ξόῆάγαῆλόμ· ,,ωλσσσσσνς ποσονη ἐσόμενον πρὸς τοῖς ἄλλοις πᾶσι καὶ οἰκεῖον μεγαλομάρτυρα, καὶ μὴ μόνον ἔνοικον ἔχοντα τὴν μαρτς ρικὴν χάριν, ἀλλὰ καὶ τοῖς ἄλλοις, παρέχειν ἔχοντα, ἐκ τῆς πρὸς αὐτὸν ἄκρας ὑπερφυοῦς συναφείας οἱ τινα πηγὴν ὑπερφυᾷ γεγονότα τῆς χάριτος. οοσοοΟΟ