Ancient Greek
34
Gregorius Palamas, Homiliae 34
Unproofread scanNot analysed yet
κρὸ, αὐτὴν κατέφυγον· ὧν τοὺς μὲν υοὺς ἐγὼ καλῶ, ὡς τῆς ἐκ Θεοῦ μυστικῆς ἀναγεννήσεως φύλακας· τοὺς δὲ μισθίους, ὡς διὰ τῶν τῆς μετανοίας πολυειδῶν ἱδρώτων καὶ τῆς ταπεινώεως, οἷα μισθὸν τὴν χάριν ἐπανακαλουμένους. Διὸ καὶ πολυειδῶς τὰ τῆς κρίσεως πρότερον ἐν τοῖς θείοις Εὐαγγελίοις ἐξηγησάμενος, ὕστερον προήγαγε τὰ τῆς ἀγάπης, ὡς τὰς ἐκεῖ προκατηριθμημένας ἀρετὰς ἢ τελειούσης ἢ ἐπαναγούσης. Ἀλλ´ οἱ δίκαιοι ἀποκριθήσονται λέγοντες· «Κύριε, πότε σε εἴδοιμεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἡ διψῶντα, καὶ ἐποτίσαμεν; πότε δέ σε εἴδομεν ξένον, καὶ συνηγάγομεν; ἢ γυμνὸν, καὶ περιεβάλομεν; πότε δέ σε εἴδομεν ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρὸς σέ;» Ὁρᾶτε καὶ δικαίους καλουμένους τοὺς ἐκ δεξιῶν; οὐκοῦν ἀπὸ δικαιοσύνης καὶ μετὰ δικαιοσύνης αὐτοῖς ὁ ἔλεος. Ὁρᾶτε δὲ καὶ ἐτέραν ἀρετὴν τὴν ταπείνωσιν προσμαρτυρουμένην τοῖς δικαίοις τῷ πληρώματι τῆς ἀγάπης, οἷόν τι περιτείχισμα καιρίως ἀνεγηγερμένον. Ἀνάξιοι γὰρ εἶναι τῆς ἀναῤῥήσεως καὶ τῶν ἐπαίνων ἰσχυρίζονται, ὡς μηδὲν ἀγαθόν πράξαντες, οἱ μηδὲν ἄπρακτον ἀφεῖναι μαρτυρούμενοι. Διὰ τοῦτο, οἷμαι, καὶ χρηματίζει παῤῥησίᾳ τούτοις ὁ Κύριος, ἵνᾳ τοιοῦτοι ἀναφανῶσι, καὶ τῇ ταπεινώρει ἀνυψωθῶσι, καὶ χάριν εὕρωσι δικαίως παρ´ αὐτοῦ δαψιλῆ ταύτην τοῖς ταπεινοῖς παρέχοντος· Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν· ὃς καὶ νῦν πρὸς αὐτούς φησιν· «Ἀμὴν λέγω ὑμῖν, ἐφ´ ὅσον ἐποιήσατε ἐνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» Ἐλάχιστον καλεὶ διὰ τὴν ἔνδειαν καὶ εὐτέλειαν· ἀδελφὸν δὲ, ὡς καὶ αὐτὸς οὕτω κατὰ σάρκα ζήσας ἐπὶ γῆς, Ἀκούσατε καὶ εὐφράνθητε ὅσοι πτωχοί τε καὶ Φ ἐνδεεῖς· ἀδελφοὶ γάρ ἐστε κατὰ τοῦτο τοῦ Θεοῦ· κὸν ἀκουσίως ἦτε πτωχοί τε καὶ εὐτελεῖς, διὰ τῆς ὑπομονῆς καὶ τῆς εὐχαριστίας ἑκούσιον ἑαυτοῖς ποιήσασθε τὸ ἀγαθόν Ἀκούσατε οἱ πλούσιοι, καὶ τὴν μακαριστὴν πτωχείαν ποθήσατε, ἵνᾳ κληρονόμοι καὶ ἀδελφοὶ Χριστοῦ γένησθε, καὶ τῶν ἀκουσίως πτωχευόντων γνησιώτεροι· κἀκεῖνος γὰρ ἑκὼν ἐπτώχευσε δι´ ἡμᾶς. Ἀκούσατε καὶ στενάξατε οἱ περιορῶντες κακῶς πάσχοντας τοὺς ὑμετέρους ἀδελφοὺς, μᾶλλον δὲ τοὺς τοῦ Θεοῦ, καὶ μὴ μεταδιδόντες ἐξ ὧν κύπορεῖτε τοῖς ἐνδεέσι τροφῆς, σκέπης, περιβολῆς, ἐπιμελείας τῆς προσηκούσης, μηδὲ τὸ ἡμῶν περίσσευμα καταναλίσκοντες εἰς τὸ ἐκείνων ὑστέρημα. Μᾶλλον δὲ ἀκούσωμεν καὶ στενάξωμεν· καὶ γὰρ καὶ αὐτὸς ἐγὼ, ὁ πρὸς ὑμᾶς ταῦτα λέγων, ἐλέγχομαι ὑπὸ τῆς συνειδήσεως οὐκ ἔξω τοῦ πάθους τελείως ὥν· πολλῶν γὰρ ῥιγούντων καὶ στερουμένων, ἐμπεπλησμένος αὐτός εἰμι καὶ ἐνδεδυμένος· πολλοῦ δὲ μᾶλλον ἄξιοι πένθους οἱ καὶ τοὺς ὑπὲρ τὴν καθημερινὴν χρείαν θησαυροὺς ἔχοντες καὶ κατέχοντες, ἢ καὶ αὔξειν σπουδάζοντες, ἀγαπᾷν ὡς ἑαυτοὺς τὸν πλησίον προστεταγμένοι, καὶ μηδὲ ὡς τὸν χοῦν αὐτοὺς ἔχοντες. Τί γάρ ἐστιν ἄλλο χρυσός καὶ ἄργυρος, ἃ μᾶλλον ἠγαπήσαμεν τῶν ἀδελφῶν; Ἀλλ´ ἐπιστραφῶμεν, καὶ μετανοήσωμεν, καὶ κοινωνήσωμεν ἐπαρκοῦντες ταῖς χρείαις οἷς ἔχομεν τῶν ἐν ἡμῖν πτωχευόντων