Ancient Greek
37
Gregorius Palamas, Homiliae 37
Unproofread scanNot analysed yet
χαριζόμενοι ἀλλήλοις, εἴ τις πρός τινα ἔχει μομφὴν, ὡς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν· καὶ ἁπλῶς παντὶ τρόπῳ καὶ πᾶσιν ἔργοις τε καὶ λόγοις, οἷς ἔχομεν, ἐπιδειξώμεθα τὴν πρὸς ἀλλήλους ἀγάπην, ἴνα καὶ τῆς παρὰ τοῦ Θεοῦ ἐπιτύχωμεν ἀγάπης, καὶ εὐλογηθῶμεν παρ´ αὐτοῦ, καὶ κληρονομήσωμεν τὴν πηγγελμένην ἡμῖν καὶ δι´ ἡμᾶς ἡτοιμασμένην οὐράνιον καὶ αἰώνιον βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ´ οὗ τῶ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ Εʹ. δς τὴν Ὑπαπαντὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾗ καὶ περὶ σωφροσύνης καὶ τῆς ἀντιθέτου ταύτῃ κακίας. Τὴν μὲν προγονικὴν ἐκείνην ἀράν τε καὶ καταδίκην κοινήν τε καὶ τὴν αὐτὴν ἄπαντες εἴχομεν πρὸ Χριστοῦ, ἑξ νὸς τοῦ προπάτορος ἐπὶ πάντας χυθεῖσαν, ὥς ἐκ ῥίζης τοῦ γένους ἀναδιδομένην καὶ τῇ φόσει συγκεκληρωμένην· ἕκαστος δὲ δι´ λν αὐτὸς ἰδίως ἔπραττεν, ἡ τὴν μέμψιν ἡ τὸν ἔπαινον εἰς τὴν ἰδίαν ὑπόστασιν παρὰ Θεοῦ ἐπεσπᾶτο, πρὸς εκείνην τὴν κοινὴν ἀράν τε καὶ καταδίκην, καὶ τὸν ἄνωθεν πρὸς αὐτὸν καὶ δι´ αὐτοῦ πρὸς τοὺς ἑξῆς καταβαίνοντα πονηρὸν κλῆρον πράττειν ἔχων οὐδέν. Ἀλλ´ ἤλθε Χριστὸς ὁ τῆς φύσεως ἐλευθερωτὴς, ὁ τὴν κοινὴν ἀρὰν εἰς εὐλογίαν μετάγων κοινὴν, καὶ τὴν ὁπεύθυνον ἡμῶν φύσιν ἀναλαβὼν ἐξ ἀκηράτου Παρθένου, καὶ ταύτην ὑποστήσας ἑαυτῷ καινὴν, παλαιοῦ μὴ μετασχοῦσαν σπέρματος, ὁπεύθυνον φότὴν καὶ δεδικαιωμένην ἀπέδειξεν, ὡς καὶ τοὺς ἑξ αὐτοῦ κατὰ πνεῦμα γεννωμένους Κπειτα πάντας τῆς προγονικῆς ἐκείνης ἀρᾶς καὶ καταδίκης μένειν ἑκτός. Τί οὗν οὐχὶ καὶ τῶν ὑποστάσεων ἡμῶν ἑκάστῃ τῆς αὐτοῦ μεταδίδωσι χάριτος, οὐδὲ τῶν ἰδίων ἕκαστος πλημμελημάτον λαμβάνει παρ´ αὐτοῦ τὴν ἄφεσιν; ἐπειδήπερ οὐχ ὑπόστασιν αὐτὸς παρ´ ἡμῶν, ἀλλὰ τὴν ἡμετέραν ἀναλαβὼν ἐκαινούργησε φύσιν, ἑνωθεὶς αὐτῇ κατ´ ἰδίαν ὑπόστασιν· καὶ πῶς, ὃς πάντας τελείως θέλει σωθῆναι, καὶ ὑπὲρ πάντων κλίνας οὐρανοὺύς κατῆλθε, καὶ δι´ ἔργων καὶ λόγων καὶ παθημάτων οἰκείων πᾶσαν ὑποδείξας σωτηρίας ὀδὸν εἰς οὐρανοὺς ἐπανῆλθεν, ἕλκαων ἐκεῖσε τοὺς πειθομένους. Οὐκοῦν οὐ τῇ φύσει μόνον ἣν αὐτὸς παρ´ ἡμῶν ἕσχε καθ´ ἕνωσιν ἀδιάσπαστον, ἀλλὰ καὶ τῶν εἰς αὐτὸν πιστευόντιον ἑκάστῳ παράσχοι τελείαν τὴν ἀπολύτρωσιν· ὃ δὴ καὶ πεποίηκε, καὶ ποιῶν οὐ διέλιπε, δι´ ἑαυτοῦ τῷ Πατρὶ καταλλάττων, Φᾳ καὶ πρὸς ὑπακοήν ἡμῶν ἐπανάγων ἕκαστον, καὶ πᾶσαν ἡμῶν παρακοὴν ἐξιώμενος,. Διὰ ταῦτα τοίνυν καὶ βάπτισμα ἐνετείλατο θεῖον, καὶ νόμους ἔθηκε σωτηρίους, καὶ μετάνοιαν ἐκήρυξε πᾶσι, καὶ τοῦ οἰκείου μετέδωκε σώματός τε καὶ αἴματος· οὐ γὰρ ἁπλῶς ἡ φύσις, ἀλλ´ ἡ ἑκάστου τῶν πιστευόντων ὑπόστασις καὶ τὸ βάπτισμα δέχεται, καὶ κατὰ τὰς θείας ἐντολὰς πολιτεύεται, καὶ τοῦ θεουργοῦ ἄρτου καὶ τοῦ ποτηρίου ἐν μεθέξει γίνεται.