Ancient Greek
42
Gregorius Palamas, Homiliae 42
Unproofread scanNot analysed yet
ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, ἀσέλγεια καὶ τὰ ἑξῆς, ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.» Καὶ πάλιν· «Τοῦτό ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.» Καὶ πάλιν· «Τοῦτό ἐστι τὸ θέλημα τοῦ Θεοῦ, ὁ ἀγιασμὸς ἡμῶν, ἀπέχεσθαι ἡμᾶς ἀπὸ τῆς κορνείας· οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ´ ἐπὶ ἁγιασμῷ· τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον, ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν δόντα τὸ Πνεῦμα τὸ ἄγιον οὐτοῦ εἰς ἡμᾶς.» Καὶ τίς ἂν ἑξῆς καταλέξῃ τὰς εἰς τοῦτο πάσας τῶν τε ἀποστόλων καὶ τῶν προφητῶν φωνάς; Τοῖς μέντοι σωφρονοῦσι, καὶ διὰ τοῦτο τελοῦσιν εἰς τὰ μέλη τοῦ Χριστοῦ τί παραγγέλλει ὁ Ἀπόστολος· «Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις.» Ἐπειδὴ γὰρ ἐκεῖνοι παρ´ ἑαυτῶν οὐκ ἐντρέπονται, παραινεῖ τοῖς ἄλλοις ἐκτρέπεσθαι καὶ ἐντρέπειν αὐτοὺς, λέγων πρὸς αὐτούς· «Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ἧ πόρνος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Ὁρᾷς ὅτι κοινὸν μόλυσμά ἐστι τῆς Ἐκκλησίας ὁ πορνείᾳ ἐγκαλινδούμενος, καὶ διὰ τοῦτο δεῖ πάντας τοῦτον ἀποτροπιάζεσθαι καὶ ἐξελαύνειν; Αὐτὸς δὲ ὁΓαῦλος καὶ τῷ Σατανᾷ παρέδωκε τὸν ἐν Κορίνθῳ πορνεύσαντα, καὶ οὐκ ἐκύρωσε πρὸς αὐτὸν ἀγάπην, οὐδὲ ποοσελάβετο τοῦτον. Φ μέχρις ὅτου τὴν μετάνοιαν ἱκανῶς ἐπεδείξατο. Σώζων σῶζε τὴν σεαυτοῦ ψυχὴν ἀπὸ τῶν το σούτων κακῶν, ὦ ἄνθρωπε, τῶν μὲν παρόντων, τῶν δὲ μελλόντων, καὶ τούτων διττῶν ἔν τε τῷ μέλλοντι, κἀν τῷ παρόντι αἰῶνι. Τὸ γὰρ Ἠσαῦ γένος ἀπόβλητον, ἐπειδὴ πόρνος καὶ βέβηλος ἐκεῖνος ἦν, καὶ ὀ Ὑοβοὰμ ἀφαιρεῖται τῆς βασιλείας τὸ πλεῖστον, ἐπεὶ ἀπεβίω μὴ τοῦτο παθὼν αὐτὸς διὰ τὸν Δαβὶδ, ὃς καὶ τὸ προστριβὲν ἅπαξ ἄγος δακρύων λιβάσι καὶ τοῖς ἄλλοις τῆς μετανοίας ἔργοις διαρκῶς ἀπετρίψατο. Φεύγετε τὴν πορνείαν, ἀδελφοὶ. πάλιν ὁ Ἀπάστο λος ἐγκελεύεται. Εἰ Σαμψών ταύτην ἔφευγεν, οὐκ ἂν τῆς Δαλιδᾶς ταῖς χερσὶ κρατηθεὶς μετὰ τῆς ἐν τῇ κεφαλῇ τριχὸς καὶ τὴν ἰσχὺν ἀφῃρέθη, οὐκ ἂν ἐξεκόπη τοὺς ὀφθαλμοὺς, οὐκ ἂν τοῖς ἀλλοφύλοις κακῶς τὸ ζῇν συναπέῤῥηξεν. Εἰ ταύτην ἔφευγον οἱ ὑπὸ Μως ως στρατηγοῦντος καὶ νομοθετοῦντος ἀγόμενοι, οὐκ ἂν ἔθυσαν τῷ Βεελφεγὼρ, οὐδ´ ἂν ἔφαγον θυσίας νεκρῶν, οὐδ´ ἂν ἔπεσον ὅσον πεπτώκασιν. Εἰ ταύτην ἔφευγε Σολομῶν, οὐκ ἂν ἀπέστη ἀπὸ Θεοῦ τοῦ βασιλεύσαντος αὐτὸν καὶ σοφίσαντος, οὐδ´ ἂν εἰδώλοις ναοὺς ἀνήγειρεν. Ὁρᾶτε ὅτι καὶ πρὸς ἀσέβειαν ἐκφέρει τὸ τῆς πορνείας πάθος τὸν ἄνθρωπον· Οὐδὲ τοὺς ἐν Μαβυλῶνι πρεσβυτέρους κριτὰς τὸ τῆς Σωσάννης κάλλος ἐξαπατῆσαν, ἐθριάμβευσεν ὕστερον, καὶ ταῖς τῶν λίθων συνεκάλυψε βολαῖς, εἰ τὸ μῖσος πόῤῥωθεν ἔφευγον, καὶ μὴ καθ´ ἐκάστην ταύτην ἀκολάστως παρετήρουν πρότερον. Οὐδ´ Ὁλοφέρνης ἐκτραχηλισθείς ἄθλιος ἔκειτο, εἰ μὴ πρότερον τὸ σανδάλιον Ἰουδὴθ, κατὰ τὸ γεγραμμένον, ἥρπασεν Ιʹλτκοι. ὡηΟἰΙ