Ancient Greek
57
Gregorius Palamas, Homiliae 57
Unproofread scanNot analysed yet
ΙΟΜΙΓΗΑ ΙΧ. μετέχειν ἡμᾶς διδάσκουσι, καὶ δύνασθαι κυρίως ὀνομάζειν αὐτὴν ἐπαγγέλλονται, καὶ τὸν ἀρχέκακον ὄφιν μιμούμενοι, ὡς ἐκεῖνος τὰ τοῦ Θεοῦ, οὔτως αὐτοὶ τὰ τῶν ἀγίων ῥήματα παρεξηγοῦνται καὶ διαστρέφουσιν. Ἀλλ´ ἡμεῖς καὶ δύναμιν παρὰ τοῦ Κυρίου λαβόντες πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, πᾶσαν τὴν αὐτοῦ μηχανὴν καὶ πάλην τήν τε κατὰ τῆς εὐσεβείας καὶ τῆς κατ´ εὐσέβειαν σολιτείας εὐχερῶς συντρίψαντες, καὶ νικηταὶ διὰ πάντων αὐτοῦ φανέντες, τῶν οὐρανίων καὶ ἀκηράτων τῆς δικαιοσύνης στεφάνων ἐπιτευξόμεθα, ἐν αὐτῷ Χριστῷ τῷ ἀδεκάστῳ κριτῇ, καὶ δοτῆρι τῶν ἀντιδόσεων· ᾠ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, οῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ Ἐν τῷ καιρῷ τῆς Νηστείας καὶ προσευχῆς. Τέλος μὲν θείων δογμάτων καὶ τῆς περὶ ταῦτα φιλοπονίας καὶ θεωρίας ἀλήθεια καὶ ἀσφαλής δόξα, καὶ πρὸς τοὺς θεοφόρους ἡμῶν Πατέρας σύμφωνος καὶ ὁμόλογος· τῆς δὲ πρακτικῆς ἀρετῆς οὐ τοῦτο τέλος ἐστὶν, ἀρχὴ δὲ μᾶλλον, ἥτις ἂν μὴ πρὸς τὸ κατάλληλον ἔλθῃ τέλος, καὶ μείζονος καταδίκης πρόξενος ἔσται τῷ κτησαμένῳ·» Ὁ γὰρ εἰδὼς, φησί, τὸ θέληματοῦ Κυρίου καὶ μὴ ποιήσας, δαρήσεται πολλάς.» Οὕτως οὐκ ἀρκεῖ πρὸς λόγον πρακτικῆς ἀρετῆς ἡ περὶ ταύτην ἐπιστήμη τε καὶ ἀλήθεια, ἀλλὰ τέλος ἐστὶ ταύτης τὸ ἀγαθόν. Εἰ μὲν οὖν ἑωρῶμεν τοὺς ἀνθρώπους ἐμμένοντας τοῖς ἐγνωσμένοις καλοῖς, καὶ εἰς ἔργον ἄγοντας ταῦτα, καὶ ἀγαθοὺς ἀποτελουμένους διὰ τῶν ἔργων, ἀλλὰ μὴ πλημκιλοῦντας παρ´ ὃν ἔχουσιν ὀρθὸν λόγον ἐν ταῖς ψυχαῖς, οὐκ ἂν ἡμεῖς πολὺν ἐποιούμεθα λόγον περὶ δικαιο πραγίας, περὶ σωφροσύνης, περὶ ἐγκρατείας, καὶ τῶν τοιούτων· τίς γὰρ οὐκ οἷδεν, ὅτι καλὸν τούτων ἔκαστον, καὶ μάλιστα ἐγκρατὴς βίος, ὃς καὶ διὰ πείρας ἑκάστοτε δείκνυται Χ ψυχαῖς ὁμοῦ τε καὶ σώμασιν ὠφελιμώτατος ὥν; Ἐπεὶ δὲ ἴσασι μὲν οἱ πλεῖστοι, καὶ καλῶς ἴσασιν, ἀλλ´ ἐπιθυμία καὶ θυμὸς ἐπικρατεῖ τῆς καλῆς ἐπιστήμης· «Βλέπω γὰρ, φησὶν ὁ Ἀπόστολος, ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἀμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου·» διὰ τοῦτο συνεχῶς τὴν ἀπὸ τοῦ λόγου παράκλησιν προσάγομεν ὑμῖν, ἀδελφοί, ὡς ἂν διαναστήσωμεν τῷ ἀδιαστρόφῳ καὶ ὀρθῷ λογισμῷ τὴν τοῦ ἀγαθοῦ πρᾶξιν ἐπιτιθέναι, ὡς τὸ τῆς ἐν τοῖς τοιούτοις γνώσεως τέλος ἀγαθὸν ἐπιφέρουσαν· «Σύνεσις ἀγαθὴ, φησὶν ὁ Δαβὶδ, πᾶσι τοῖς ποιοῦσιν αὐτῆν.» Καί· «Ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.» Καὶ ὁ Παῦλος· «Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ´ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.» Ὁ ὁ ἀμφοτέρων Κύριος, «Εἰ ταῦτα οἴδατε, φησί, μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτά.» Ιμἱων ὡμμιωὺωωλιμφ ομωνλίνμφ, Πίοε, ρτωιίοεα ἦωἱμιοῖὲ φι ιοωροιοηιίσα σρλλυα, οριοϋεῶε μωἈψώμεθα οὖν καὶ δι´ ἔργων, ἀδελφοί, τοῦ καλοι τῆς νηστείας καὶ ἐγκρατείας χρήματος· πιστώσω οοορΟ