Ancient Greek
59
Gregorius Palamas, Homiliae 59
Unproofread scanNot analysed yet
ἐγένετο.» Και τὰ ἐν ἐκείνῳ τῷ τόπῳ λεγόμενα μνήματα τῆς ἐπιθυμίας ἀναστήλωσίς ἐστι τῆς ἐπ´ ἐκείνους θείας ὀργῆς, πρὸς ἤν βλέποντες, φύγωμεν τὴν γαστριμαργίαν, ἀσπασώμεθα τῆν ἐγκράτειαν, περιπτυξώμεθα τὰς νηστίμους ἡμέρας ταύτας, ὡς εὐήκοον τῇ ψυχῇ ποιούσας τὸ σῶμα, καὶ τὸν νοῦν κουφιζούσας πρὸς Θεὸν ἀνατρέχοντα. Ἰωάννης ὁ τῆς χάριτος Πρόδρομος ἀκρίσι καὶ μέλιτι ἀγρίῳ διὰ βίου ἠρκεῖτο. Πέτρος ἅλμασιν, ἐλαίαις καὶ θέρμοις καὶ λεπτοῖς λαχάνοις ἐχρῆτο μόνοις. Τί δεῖ τὰ τοῦ Παύλου λέγειν; ὃς περὶ ἑαυτοῦ καὶ τοῦτό φησιν, ὡς «Ἑν λιμῷ καὶ δίψῃ ἐν νηστείαις πολλάκις.» Σοὶ δὲ οὐ βίος ὅλος τῶν τεσσαράκοντα ἡμερῶν ἐστι τὸ τῆς νηστείας διάστημας καὶ περιγράφει σοι καθ´ ἑκάστην ἡμέραν τὴν ἐπὶ ταύτῃ νηστείαν ἡ τοῦ ἡλίου πρὸς δύσιν ἐπίνευσις. Ἄρ´ οὐ ῥᾳδία σχεδὸν πᾶσι καὶ σύμμετρος ἡ ἐπὶ τοσοῦτον ἀσιτία ἐστί; μόνον ἔστω καὶ ἡ σίτησις σύμμετρος· οὕτω. γὰρ μετρίως ἀσιτῶν καὶ μετρίως σιτούμενος, οὐ κατὰ πολὺ τῶν ἀτροφούντων ἀπολειφθήσῃ. Φείδου τυχὸν τῆς σαρκὸς, καὶ φεύγεις τὴν νηστείαν, ὡς τηκεδόνα φέρουσαν, ἀλλὰ τοὐναντίον ἐστίν· ὁ κόρος γὰρ ποδάγρας καὶ καρηβαρίας καὶ νόσους ἑτέρας γεννᾷν μᾶλλον πέφυκεν· ἡ δὲ νηστεία μήτηρ ἐστὶν ὑγείας Ι Ε Δ Ὕ καὶ ὡς ἔοικεν, οὐ μόνον ὁ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, ἀλλὰ καὶ ὁ γαστριμαργῶν εἰς τὸ ἴδιον πλημμελεῖ σῶμα, καχεκτικὸν αὐτὸ καὶ νοσερὸν ἐργαζόμενος. Ἐπεὶ δὲ διὰ πασῶν τῶν αἰσθήσεων ἡ ἀκρασία τελεῖται, πάσαις ἐπιστήσωμεν τὴν ἐγκράτειαν. Εἰ δὲ νηστεύεις μὲν βρωμάτων, τὴν δὲ ὄψιν ἔχεις προαγωγὸν εἰς τὴν ἐν τῷ ταμείῳ τῆς ψυχῆς σου μοιχείαν, καὶ περιεργίαν, καὶ βασκανίαν· τὴν δὲ ἀκοὴν δεκτικὴν ὕβρεων, καὶ πορνικῶν ᾀσμάτων, καὶ ψιθυρισμῶν οὐ καλῶν, καὶ τὰς ἄλλας αἰσθήσεις τῶν καταλλήλως βλαπτόντων, τί τὸ ὄφελος τῆς νηστείας; πάντως οὐδέν· ἡν γὰρ δι´ ἑτέρας φεύγεις κακίαν, κάθοδον αὐτῇ δίδως δι´ ἄλλης εἰς τὴν ψυχήν· συνθέτων γὰρ ὄντων ἡμῶν ἐκ ψυχῆς λέγω καὶ σώματος, οὐ τοῦ σώματος μόνον, ἀλλὰ καὶ τῆς ψυχῆς πολυμελοῦς οὔσηστερον τρόπον ἔχει γὰρ καὶ αὕτη καθάπερ μέλη τὸ θρεπτικὸν, τὸ ἐπιθυμητικὸν, τὸ θυμικόν τε καὶ λογιστικὸν), ἐκείνη ἐστὶν ἀληθὴς νηστεία, ἡ διὰ πάντων διήκουσα καὶ πάντα καθαίρουσά τε καὶ θεραπεύουσα· πραεῖα γάρ ἐστιν, ἀδελφοὶ, καὶ φιλάνθρωπος ἡ διὰ νηστείας τῆς ψυχῆς ἰατρεία· καὶ διὰ τοῦτο καὶ οἱ Πατέρες ἡμῶν διὰ τῶν ἡμερῶν τούτων ταύτην ἡμῖν ἐπέθηκαν. Εἀν οὖν ταύτην ἡμεῖς ἀφρόνως ἐκφύγωμεν, αἱ κολαστικαὶ ποιναὶ, καὶ τομαὶ, καὶ καύσεις ἡμᾶς ἐκδέξονται, ὅτε Χριστὸς τὸ ἀθεράπευτον διχοτομήσει, καὶ τῷ ἀσβέστῳ πυρὶ παραδώσει δίκην ὑφέξοι αἰώνιον. Ὡς γὰρ μὴ νηστεύσαντα ἐν τῷ παραδείσῳ εἰς τὸν πολυώδυνον τοῦτον βίονἐῤῥίφθημεν, οὕτως ἐνταῦθα ΧᾔΘμὴνηστεύσαντες, μηδὲ ἐγκρατῶς ζήσαντες κατὰ δύναμιν, εἰς τὴν ἄσβεστον καὶ ἀφόρητον ἐκείνην ἐμπεσούμεθα γέενναν. Ἀλλ´ ἐπιστρέψατε υἱοὶ ἀφεστηκότες, ἡ προφητεία φησίν· οὐδὲν οὕτω αυκεργὸν πρὸς ἐξιλασμὸν τοῖς ἐπιστρέφουσιν ὡς ἡ νηστεία