Ancient Greek
61
Gregorius Palamas, Homiliae 61
Unproofread scanNot analysed yet
ἡμᾶς αὐτοὺς εὐτρεπίσωμεν, ἀπεκδεχόμενοι καὶ τὴν ἐπέτειον ἡμέραν τῆς ξ τοῦ Χριστοῦ ἀναστάσεως, ἵνα καθαροὶ καθαρῶς καὶ τὰ πάθη τούτου δοξάσωμεν, καὶ τύχωμεν τῆς δι´ αὐτῶν ἡμῖν ὑπὸ τοῦ Κυρίου πραγματευθείσης ἀθανάτου καὶ μακαρίας ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῳ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ Ιʹ. Γῇ δευτέρᾳ Κυριακῇ τῆς ἀγίας Τεσσαρακοστῆς, ὑπόθεσιν ἔχουσα τὸν ἐν Καπερναοὺμ ἰαθέντα παρὰ τοῦ Κυρίου Παράλυτον· καὶ πρὸς τοὺς τὴν ἐκκλησίαν ἱεραῖς συνάξεσιν. Αὐτὰς τὰς δεσποτικὰς φωνὰς, μᾶλλον δὲ τὸ καφάλαιον αὐτὸ τοῦ εὐαγγελικοῦ κηρύγματος, σήμερον ἐρῶ προοιμιαζόμενος πρὸς τὴν ὑμετέραν ἀγάπην· «Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν·» καὶ οὐκ ἤγγικε μόνον, ἀλλὰ καὶ ἐν ἡμῖν ἐστιν· «Ἡ γὰρ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι» πάλιν ὁ Κύριος εἴπε. Καὶ οὐκ ἐν ἡμῖν ἐστι μόνον, ἀλλὰ καὶ μετ´ οὐ πολὺ περιφανέστερον παραγίκεται, καταργήσουσα πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν μόνοις τοῖς κατὰ Θεὸν ζῶσι, καὶ θεαρέστως ἐνταῦθα βεβιωκόσιν. Ἐπεὶ τοίνυν ἡ βασιλεία τοῦ Θεοῦ καὶ ἤγγικε καὶ ἐν ἡμῖν ἐστι, καὶ μετ´ οὐ πολὺ παραγίνεται, ποιήαωμεν διὰ τῶν τῆς μετανοίας ἔργων ἑαυτοὺς αὐτῆς ἀξίου,· βιάσωμεν ἡμᾶς αὐτοὺς, τὰς πονηρὰς ἀνακόπτοντες προλήψεις καὶ συνηθείας· βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Ζηλώσωμεν τῶν θεοφόρων ἡμῶν Πατέρων τὴν ὑπομονὴν, τὴν ταπείνωσιν, τὴν πίστιν αὐτήν· «Τούτων γὰρ, φησὶν, ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν.» Νεκρώσωμεν τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν, καὶ μάλιστα κατὰ τὰς ἱεράς ταύτας τῆς νηστείας ἡμέρας· διὰ τοῦτο γὰρ προλαβοῦσα ἡ τοῦ Πνεύματος χάρις, περὶ τῆς μελλούσης τοῦ Θεοῦ φρικωδεστάτης κρίσεως ἐδίδαξεν ἡμᾶς· εἰτα καὶ τῆς ἐξορίας τοῦ Ἀδὰμ ὑπέμνησε· καὶ μετὰ τοῦτο τὴν ἀσφαλεστάτην πίοτιν ὑπέδειξεν ἡμῖν, ἵνα τῷ ἐξ ἐκείνης φόβῳ, καὶ τῷ ἐπὶ ταύτης θρήνῳ, τῆς τε πίστεως ἀσφαλῶς ἀντεχώμεθα, καὶ συστέλλωμεν ἡμᾶς αὐτοὺς, καὶ μὴ ἐκδιδῶμεν τῇ ἀκρασίᾳ, μηδὲ διὰ τῆς ἀπλήστου γαστρὸς πᾶσι τοῖς πάθεσι θύραν ἁνοίγωμεν, καὶ χώραν παρέχωμεν, καὶ τῆς εὐρυχώρου καὶ πλατείας ὅλοι γινώμεθα, μεθ´ ἡδονῆς ὡς εἰπεῖν ἀπολΗΟΜΙΙΙΑ Χ λύμενοι. Ἀλλὰ τὴν εἰς ζωὴν αἰώνιον ἀπάγουσαν στενὴν καὶ τεθλιμμένην ὁδὸν ἀγαπήσαντες, ἦς ἀρχὴ καὶ Κπρῶτον στάδιον ἡ νηστεία ἐστί, τὴν τεσσαρακοστὴν τῶν νηστίμων ἡμερῶν ταύτην μετεὺ τονίας ἀνύσωμεν. Εἰ γὰρ, ὥσπερ καιρὸς τῷ παντὶ πράγματι, κατὰ τὸν Σολομῶντα, καὶ τοῖς πᾶσιν ὁ χρόνος, οὕτω καὶ καιρόν τις ἐπιτήδειον ζητεῖ πρὸς ἐργασίαν τῆς ἀρετῆς,