Ancient Greek
64
Gregorius Palamas, Homiliae 64
Unproofread scanNot analysed yet
ἄλλους δὲ πάλιν ἀγροὶ καὶ γάμοι καὶ βιωτικῶν φροντίδες ἔργων ἀπεῖργον τῆς προσελεύσεως, ἃ πάντα παρέλυσεν οἷον καὶ ἀφεῖλε τῶν τοῦπαραλύτου λογισμῶν ἡ τοῦ σώματος πάρεσις· καὶ διὰ τοῦτο τοῖς ἁμαρτάνουσιν ἡ νόσος ἔστιν ὅτε κρείττων τῆς ὑγείας, ἔστιν ὅτε συνεργεῖ τούτοις πρὸς σωτηρίαν. Καὶ τὰς μὲν ἐμφύτους πρὸς κακίαν ὁρμάς ἀμβλύνει, τὸ δὲ χρέος τῶν ἡμαρτημένων διὰ τῆς κακώσεως οἷον ἀποδιδοῦσα δεκτικοὺς ποιεῖ πρῶτον μὲν τῆς κατὰ ψυχὴν ἰατρείας, ἔπειτα καὶ τῆς τοῦ σώματος, καὶ μάλισθ´ ὅταν ὁ νοσῶν συνεὶς ἰατρείαν οὖσαν παρὰ Θεοῦ τὴν πληγὴν φέρῃ γενναίως καὶ μετὰ πίστεως προσπίπτῃ Θεῷ, καὶ δι´ ἔργων ὅπως ἂν ἔχῃ δυνάμεως ἐπικαλῆται τὸν ἱλασμόν· ὃ καὶ ὁ παράλυτος δι´ ἔργων ὡς εἶχεν ὑπέδειξε, καὶ ὁ Κύριος ἔργοις τε καὶ λόγοις αὐτοῖς παρέστησεν, εἰ καὶ οἱ Φαρισαῖοι μὴ συνιδεῖν δυνηθέντες, ὄΟἐβλασφήμουν καὶ διεγόγγυζον· «Ἰδὼν γὰρ, φησίν, ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν, τοῦ τε κλινοπετοῦς καταφερομένου, καὶ τῶν ἐκ τοῦ στέγους χαλώντων, λέγει τῷ παραλυτικῷ· «Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» Ὥ μακαρίας προσηγορίας! τέκνον ἀκούει καὶ υἱοποιεῖται τῷ οὐρανίῳ Πατρὶ, καὶ προσκολλᾶται τῷ ἀναμαρτήτῳ Θεῷ, ἀναμάρτητος παραχρῆμα καὶ αὐτὸς γεγονὼς διὰ τῆς τῶν ἡμαρτημένων ἀφέσεως, καὶ ὡς δν ἐπακολουθήσῃ καὶ ἡ τοῦ σώματος ἀνακαίνισις, τὴν ψυχὴν πρότερον ἀνωρόχοις τῆς ἀμαρτίας, αἵ τε νόσοι τῷ σώματι καὶ ὁ θάνατος ἐπηκολούθησαν κατὰ τὴν αὐτοῦ δικαιοκρισίαν. Ἀλλ´ οἱ Γραμματεῖς ἀκούσαντες, «Διελογίζοντο, φησὶν, ἐν ἐαυτοῖς, τί οὗτος λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ Θεός;» Ὁ δὲ Κύριος ὡς ποιητὴς τῶν καρδιῶν, καὶ τοὺς ἀφανεῖς τῶν καρδιῶν λογισμοὺς τῶν Γραμματέων ἐπιστάμενος, πρὸς αὐτούς φησι· «Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον εἰκεῖν τῷ παραλυτικῷ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι, καὶ ἆοον τὸν κράββατόν σου καὶ περιπάτει;» Τοῖς Γραμματεῦσιν ἐδόκει ὡς ἀδυνατῶν ὁ Κύριος ἰάσασθαι τὸν παράλυτον, πρὸς τὸ ἀφανὲς κατέφυγε, τὴν τῶν ἁμαρτημάτων ἄφεσιν, ἢν λόγῳ μόνῳ εἰπεῖν, καὶ ταῦτα δεσποτικῶς οὕτω καὶ προστακτικῶς βλάσφημονμὲν, ἀλλ´ εὔκολον καὶ τοῦ βουλομένου παντός. Διὸ καὶ πρὸς αὐτοὺς ὁ Κύριος· Εἰ λόγους ἐβουλόμην λέγειν καινούς, μὴ τὴν ἀπὸ τῶν πραγμάτων ἑκοασιν ἔχοντας, ἐπίσης εὔκολον ἦν ἑκάτερον ἔργου φάναι χωρίς καὶ τὴν ἔγερσιν τοῦ παραλυτικοῦ, καὶ τὴν ἄφεσιν τῶν ἡμαρτημένων αὐτῷ· ἵνα δὲ γνῶτε ὡς οὐκ ἄπρακτός ἐστιν ὁ ἐμὸς λόγος, οὐδ´ ὡς ἀδυνατῶν τῆς νόσου τὴν ἴασιν παρασχεῖν, εἰς τὴν ἄφεσιν τῆς ἀμαρτίας κατέφυγον, ἀλλ´ ἐξουσίαν ἔχω θεϊκὴν ἐπὶ τῆς γῆς, ὡς Υἱὸς ὁμοούσιος τῷ ἐν τοῖς οὐρανοῖς Πατρὶ, εἰ καὶ ὁμοούσιος ὑμῖν τοῖς ἀχαρίστοις κατὰ σάρκα γέγονα, τότε λέγει τῷ παραλυτικῷ· «Σοὶ λέγω, ἔγειραι καὶ ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου· καὶ ἠγέρθη εὐθέως καὶ ἄρας τὸν κράββατον, ἐξῆλθεν ἐναντίον πάντων.» Ἀνεἰκειται καὶ ὁ λόγος καὶ τὸ θαῦμα τοῦτο τοῖς