Ancient Greek
95
Gregorius Palamas, Homiliae 95
Unproofread scanNot analysed yet
τὸ ἀγαθόν. Κακὸν οὖν γαστριμαργία καὶ μέθη καὶ ἀσωτία· κακὸν φιλαργυρία, πλεονεξία καὶ ἀδικία· κακὸν κενοδοβία, θρασύτης καὶ ὑπερηφανία Ἐν κλινάτω οὖν πᾶς ἀπὸ τῶν τοιούτων κακῶν, καὶ ἐργαζέσθω τὰ ἀγαθά. Τίνα ταῦτα; Τὴν ἐγκράτειαν, τὴν νηστείαν, τὴν σωφροσύνην, τὴν δικαιοσύνην, τὴν ἐλεημοσύνην, τὴν μακροθυμίαν, τὴν ἀγάπην, τὴν ταπείνωσιν, ἵνα μεταλάβωμεν ἀξίως τοῦ τυθέντος ὑπὲρ ἡμῶν ἀμνοῦ τοῦ Θεοῦ, καὶ λάβωμεν ἐντεῦθεν τὸν ἀῤῥαβῶνα τῆς ἀφθαρσίας, καὶ φυλάξωμεν παρ´ ἑαυτοῖς εἰς πληροφορίαν τῆς ἐν οὐρανοῖς ἡμῖν ἐπηγγελμένης κληρονομίας. Ἀλλὰ δυσάνυστον τὸ ἀγαθὸν, καὶ αἱ ἀρεταὶ ἦ δυσκολώτεραί εἰσι τῶν κακιῶν. Ἐγὼ μὲν οὐχ ὁρῶ τοῦτο, καὶ γὰρ πλείους αὐτόθεν ὑφίσταται πόνους ὁ μέθυσος καὶ ἀκρατὴς τοῦ ἐγκρατοῦς, καὶ ὁ ἀκόλαστος τοῦ σωφρονοῦντος, καὶ ὁ σπεύδων πλουτεῖν τοῦ ἐν αὐταρκείᾳ ζῶντος, καὶ ὁ δόξαν ἑαυτῷ περιθέσθαι ζητῶν τοῦ ἐν ἀφανείᾳ διάγοντος. Ἀλλ´ ἐπεὶ διὰ τὴν ἡμετέραν ἡδυπάθειαν δυσκολώτεραι ἡμῖν φαίνονται αἱ ἀρεταὶ, βιασώμεθα ἡμᾶς αὐτούς· «Βιαστὴ γάρ ἐστι, φησίν ὁ Κύριος ! βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Σπουδῆς οὖν ἡμῖν πᾶσι χρεία καὶ προσοχῆς, ἐν. δόξοις τε καὶ ἀδόξοις, ἄρχουσι καὶ ἀρχομένοις, πλουσίοις καὶ πένησιν, ὥστε τὰ πονηρὰ πάθη ταῦτα τῆς οἰκείας ἀπώσαθαι ψυχῆς καὶ ἀντεισοικίσαι ταύτῃ τὸν τῶν ἀρετῶν κατάλογον. Καὶ ὁ γεωργὸς γὰρ καὶ ὁ σκυτοτόμος καὶ ὁ οἰκοδόμος καὶ ὁ ῥάπτης καὶ ὁ ὑφαντὴς, καὶ ἀπλῶς πᾶς ὁ δι´ οἰκείων πόνων καὶ τῆς ἀπὸ τῶν χειρῶν ἐργασίας ποριζόμενος τὸ ζῆν, ἐὰν τὴν ἐπιθυμίαν τοῦ πλούτου καὶ τῆς δόξης καὶ τῆς τρυφῆς ἀπὸ τῆς οἰκείας ἐκβάλωσι ψυχῆς, ὄντως μακάριοι· οὗτοι γάρ εἰσιν οἱ πτωχοί, ὧν ἐστιν ἠ βασιλεία τῶν οὐρανῶν· διὸ καὶ διὰ τοὺς τοαύτους ὁ Κύριος, «Μακάριοι, φησὶν. οἱ πτωχοὶ τῷ πνεύματι.» Πτωχοὶ δέ εἰσι τῷ πνεύματι οἱ διὰ τὸ ἀκόμπαστον καὶ ἀφιλόδοξον καὶ ἀφιλήδονον τοῦ ἑαυτῶν πνεύματος, ἤτοι τῆς ψυχῆς, ἢ ἑκούσιον καὶ τὴν ἐκτὸς ἔχοντες πτωχείαν, ἢ γενναίως ταύτην φέροντες, κἂν ἀκούσιος ᾗ. Οἱ δὲ πλουτοῦντες καὶ εὐπαθοῦντες, καὶ τῆς προσκαίρου δόξης ἀπολαύοντες, καὶ ἀπλῶς οἱ τῶν τοιούτων ἐπιθυμηταὶ τυγχάνοντες, δεινοτέροις πάθεσι περιπαρήσονται, καὶ εἰς μείζους καὶ πλείους καὶ δυσχερεστέρας ἐμπεσοῦνται παγίδας τοῦ διαβόλου· τὴν γὰρ ἐπιθυμίαν τοῦ πλουτεῖν ὁ πλουτήσας οὐκ ἀποτίθεται, ἀλλ´ αὔξει μᾶλλον, πλειόνων ἢ πρότερον ὀρεγόμενος. Οὕτω καὶ ὁ φιλήδονος, καὶ ὁ φίλαρχος, καὶ ὁ ἄσωτος, καὶ ὁ ἀκόλαστος, αὔξουσι μᾶλλον ταύτας, ἀλλ´ οὐκ ἀποβάλλονται. Οἱ δὲ ἄρχοντες καὶ οἱ ἔνδοξοι προσλαμβάνουσι καὶ δύναμιν ὥστε μείζους ἐκτελεῖν ἀδικίας καὶ ἁμαρτίας, Διὰ τοῦτο δύσκολόν ἐστιν ἄρχοντα σωθῆναι, καὶ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. «Καὶ πῶς, φησὶ, δύνασθε πιστεύειν εἰς ἐμὲ, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ μὴ ζητοῦντες·» Ἀλλὰ μὴ θορυἄείσθω εἴ τις εὔπορος ἢ ἔνδοξος ἢ ἄρχων ἐστί· δύναται γὰρ οὗτος, ἐὰν θέλη, τὴν δόξαν τοῦ Θεοῦ ζητεῖν, καὶ βιάζεσθαι ἑαυτὸν, ὥστε τὴν πρὸς τὰ χείρω ῥοπὴν ἀνακόπτειν, μεγάλας ἀρετὰς ἐργάσασθαι,