Ancient Greek
99
Gregorius Palamas, Homiliae 99
Unproofread scanNot analysed yet
ἔψαλλον· Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς· οὕτω καὶ οὗτοι νῦν ἐπὶ τῇ εἰσόδῳ τούτου τὸν αὐτὸν ἀναπέμπουσιν ὕμνον, λέγοντες· «Ὡσαννὰ τῷ υἱῷ Δαβὶδ, ὡσαννὰ ἐν τοῖς ὑψίστοις,» Ἀλλὰ νηπιάσωμεν καὶ ἡμεῖς, ἀδελφοί, τῇ κακίᾳ, νέοι τε καὶ πρεσβῦται, ἄρχοντες ὁμοῦ καὶ ἀρχόμενοι, ἵνα ἐνδυναμωθωμεν ὑπὸ τοῦ Θεοῦ, καὶ τρόπαιου στήσωμεν, καὶ τὰ τῆς νίκης σύμβολα βαστάσωμεν, μὴ κατὰ τῶν πονηρῶν παθῶν μόνον, ἀλλὰ καὶ κατὰ τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ λόγου χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν· ὁ γὰρ νέος πῶλος, ῷ δι´ ἡμᾶς ἐποχεῖσθαι κατηξίωσεν ὁ Κύριος, εἶς ὢν, τὴν πρὸς αὐτὸν ὑποταγὴν προετύπου τῶν ἐθνῶν, ἐξ ὧν ἡμεῖς ἐσμεν ἅπαντες ἄρχοντες ὁμοῦ καὶ ἀρχόμενοι. Ὡς οὖν ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔστιν ἄρσεν, οὐ θῆλυ, οὐχ Ἔλλην, οὐκ Ἰουδαῖος, ἀλλ´ ἕν εἰσι πάντες κατὰ τὸν θεῖον Ἀπόστολον, οὕτως ἐν αὐτῷ οὐκ ἔστιν οὔτε ἄρχων, οὔτε ἀρχόμενος, ἀλλὰ πάντες διὰ τῆς αὐτοῦ χάριτος ἕν ἐσμεν τῇ πίστει τῇ εἰς αὐτὸν, καὶ εἰς ἓν σῶμα τελοῦμεν τῆς αὐτοῦ Ἐκκλησίας, κεφαλὴν μίαν ἔχοντες αὐτὸν, καὶ ἕν πνεῦμα ἐποτίσθημεν διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος, καὶ ἕν πάντες βάπτισμα ἐλαβομεν, καὶ μία ἐν πᾶσιν ἡ ἐλπὶς, καὶ εἷς ἡμῖν Θεὸς, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν. Ἀγαπῶμεν οὖν ἀλλήλους καὶ ἀνεχόμεθα καὶ κηδόμεθα ἀλλήλων, ἅτε μέλη ὑπάρχοντες ἀλλήλων· τὸ γὰρ σημεῖον τῆς ἣ ἡμῶν πρὸς ἐκεῖνον μαθητείας, ὡς αὐτὸς ὁ Κύριος εἷπεν, ἡ ἀγάπη ἐστί· καὶ ἡ πατρικὴ κληρονομία ἣν ἡμῖν ἀφῆκε μεταβαίνων ἐκ τοῦ κόσμου τούτου, ἡ ἀγάπη ἐστί· καὶ ἡ τελευτεία ἣν ἔδωκεν ἡμῖν εὐχὴ πρὸς τὸν οἰκεῖον Πατέρα ἀναβαίνων, τὴν πρὸς ἀλλήλους ἀγάπην ἡμῶν ἐπιστηρίζει. Σπεύδωμεν οὖν τῆς πατρικῆς εὐχῆς ἐπιτυχεῖν εἶναι, καὶ μὴ ἀποβαλλώμεθα τὴν παρ´ αὐτοῦ κληρονομίαν, μηδὲ τὸ σημεῖον, ὃ ἔδωκεν ἡμῖν αὐτὸς, ἵνα μὴ καὶ τὴν υἱοθεσίαν καὶ τὴν εὐλογίαν καὶ τὴν πρὸς αὐτὸν μαθητείαν ἀποβαλώμεθα, καὶ τότε τῆς ἐπικειμένης ἐκπέσωμεν ἐλπίδος, καὶ ἀποκλεισθῶμεν ἐκ τοῦ πνευματικοῦ νυμφῶνος. Καθάπερ δὲ πρὸ τοὺ σωτηρίου πάθους ἐπὶ τὴν κάτω Ἱερουσαλὴμ τῷ Κυρίῳ εἰσελαύνοντι τὰ ἱμάτια ὑπεστρώννυον οὐχ ὁ λαὸς μόνον, ἀλλὰ καὶ οἱ τῶν ἐθνῶν ὄντως ἄρχοντες, οἱ τοῦ Κυρίου λέγω ἀπόστολοι· οὕτω καὶ ἡμεῖς ἄρχοντες ὁμοῦ καὶ ἀρχόμενοι ὑποστρώσωμεν τὰ ἡμῶν αὐτῶν ἔμφυταἱμάτια, τὴν ἡμετέραν σάρκα, καὶ τὰ κατ´ αὐτὴν θελήματα ὑποτάσσοντες τῷ πνεύματι, ἵνα μὴ μόνον καταξιωθῶμεν ἰδεῖν καὶ προσκυνῆσαι καὶ τὸ σωτήριον τοῦ Χριστοῦ πάθος καὶ τὴν ἀγίαν ἀνάστασιν, ἀλλὰ καὶ τῆς πρὸς αὐτὸν κοινωνίας καταπολαύσωμεν· «Εἰ γὰρ σύμφυτοι, φησὶν ὁ Ἀπόστολος, γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, δήλον ὅτι καὶ τῆς ἀναστάσεως ἐσόμεθα·» ἢς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρω πίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν ῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αῶνας τῶν αἰώνων. Ἀμήν.