Ancient Greek
1.1 to 1.29
Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι 1.1-29
Not analysed yet
Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν: ἀπὸ τῶν ἁλιευτῶν τῶν μηδὲν ἑλκυσάντων εἴρηται. Ἀφροδίσιος ὅρκος. οὐκ ἐμποίνιμος. Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κακοηθῶν. Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγίνοντο ἐν Ἐφέσῳ. Ἀετοῦ γῆρας, κορύδου νεότης. Ἀγαθὰ Κιλίκων: ἐπὶ τῶν οὐ καλῶς πλουτούντων· προδότης γὰρ Κίλιξ τις Μίλητον προδοὺς εὐπόρησεν. Ἀγροίκου μὴ καταφρόνει ῥήτορος. Ἀδώνιδος κῆπος: ἐπὶ τῶν ὀλιγοχρονίων καὶ ἀώρων. Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι προςήκει ἐξομοιοῦν ἑαυτὸν τοῖς ἤθεσι τῶν πόλεων καὶ τόπων, ἐν οἷς ἂν γένοιτο· εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων. Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν ἀπαγορευόντων δώσειν ἔτι τὴν αἴτησιν εἰώθασι λαμβάνειν. Ἄιδεις ὥσπερ εἰς Δῆλον πλέων: ἐπὶ τῶν ἀφροντίστως καὶ φιληδόνως βιούντων. Ἅλα καὶ κύαμον: ἐπὶ τῶν μὴ εἰδότων καὶ προςποιουμένων· οἱ γὰρ μάντεις ἅλα καὶ κύαμον τιθέασι. Αἴρειν μασχάλην: ἀντὶ τοῦ εὐωχεῖσθαι· εἴρηται ἀπὸ τῶν ἀγροικικῶς ὀρχουμένων. Αἲξ τὴν μάχαιραν. Ἄδακρυς πόλεμος, καὶ Καθεύδοντος τροπαῖον: ἐπὶ τῶν ῥᾷστα καὶ παρ’ ἐλπίδα κατορθούντων. Ἀεὶ κολοιὸς πρὸς κολοιόν: καὶ· Ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς πρὸς ὁμοῖον. Ἀμαλθείας κέρας: ὅτι τῇ τροφᾷ αὐτοῦ Ἀμαλθείᾳ ὁ Ζεὺς ἐξ αἰγὸς τρεφούσης αὐτὸν παρέσχε κέρας, δι’ οὗ ἐπέβλυζεν αὐτῇ πᾶν ὃ ἂν ἡτήσατο. Ἀετὸν ἵπτασθαι διδάσκεις. Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι: ἐπὶ τῶν ἀξίως τιμωμένων. Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται οὐδὲ φιλία. Ἀετὸς ἐν νεφέλαις: ἐπὶ τῶν δυςαλώτων. Ἀληλεσμένος βίος: ἐπὶ τοῦ ἑτοίμου καὶ ἀπόνου. Ἀνάγυρον κινεῖς: ἐπὶ τῶν προξενούντων ἑαυτοῖς κακά· Ἀνάγύρος γάρ τις ἥρως ἐκάκου τοὺς γείτονας. Ἀεί με τοιοῦτοι πολέμιοι διώκοιεν: ἐπὶ τῶν καταπεφρονημένων καὶ οὐδενὸς ἀξίων. Ἀετὸς θρίπας ὁρᾷ: ἐπὶ τῶν καταφρονούντων τινῶν. Ἅλμη οὐκ ἔστιν ἐν αὐτῷ: ἐπὶ τοῦ ἀηδοῦς. Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων. Ἀεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ τῶν ἀεὶ ἐξευρισκόντων τε νέον κακόν. Ἄνω ποταμῶν χωροῦσι πηγαί: ἐπὶ τῶν ἐναντίως λεγομένων. Ἀεὶ ὁ πόρνος λέγει τὸν σώφρονα πόρνον.