Ancient Greek
1.30 to 1.62
Gregory II, of Cyprus, Patriarch of Constantinople, Παροιμίαι 1.30-62
Not analysed yet
Ἀργύρου κρῆναι λαλοῦσιν: ἐπὶ τῶν διὰ πλοῦτον ἐμφανιζομένων ἢ εὐημερούντων. Ἄλευ’ ἀπὸ μείζονος ἀνδρός: ἤτοι φυλάττου, ἰωνικῶς. Ἀράβιος αὐλητής: ὃς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων. Ἄϊδος κυνῆ. Ἄκρῳ ἅψασθαι δακτύλῳ. Αἵματι κλαίειν: καθ’ ὑπερβολὴν ἐπὶ τῶν σφόδρα δακρυόντων. Αἱ χάριτες γυμναῖς ὅτι δεῖ [τὴν] δωρεὰν [ἀκενοδόξως] εὐεργετεῖν. Ἀκόνην σιτίζεις: ἐπὶ τῶν τρεφομένων καὶ οὐκ ἐπιδιδόντων. Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ’ ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων. Ἄλλο γλαὺξ ἄλλο κορώνη φθέγγεται: ἐπὶ τῶν μὴ συμφωνούντων ἀλλήλοις. Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα: ἐπὶ τῶν ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους. Ἄλλοισι μὲν γλῶσσα, ἄλλοισι δὲ γόμφιοι: ἐπὶ τῶν λάλων καὶ φάγων. Ἀνδρὸς γέροντος σταφὶς τὸ κρανίον: ἐπὶ τῶν εἰς οὐδὲν χρησιμευόντων. Ἄλλα μὲν Λεύκων, ἄλλα δὲ Λεύκωνος ὄνος [φέρει]: ἐπὶ τῶν ἐχόντων τοῖς λόγοις ἀσύμφωνα τὰ ἔργα. Ἄλλην μὲν ἐξηντλοῦμεν, ἣ δ’ ἐπειςρέει: ἐπὶ τῶν μάτην πονούντων. Ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας. Ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις: ἐπὶ τῶν ἀχαρίστων. Ἂν μὴ παρῇ κρέας, ταρίχῳ στερκτέον: ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι. Ἄμμες ποτ’ ἦμεν· ἀεὶ τὰ πέρυσι βελτίω. Ἀνὴρ ὁ φεύγων οὐ μένει κτύπον λύρας: ἐπὶ τῶν ταχέως ὀφειλόντων ἕκαστα πράττειν. Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ἀλλ’ αὐτὸς ἐλθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων. Ἄπληστος πίθος. Ἀνέμους γεωργεῖν: ἐπὶ τῶν πονούντων καὶ μηδενὸς μεταλαγχανόντων. Ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται. Ἀντὶ πέρκης σκορπίον: ἐπὶ τῶν τὰ χείρω αἱρουμένων. Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: Παθὼν δέ τε νήπιος ἔγνω. Ἄλλοι σπείρουσι, ἄλλοι δὲ ἀμήσονται. Ἄρκτου παρούσης ἴχνη ζητεῖς: ἐπὶ τῶν προδήλων. Ἀετὸν κάνθαρος μαιεύεται: ἐπὶ τῶν ὑπό τινων εὐτελῶν πασχόντων· ὁ γὰρ κάνθαρος τὰ τοῦ ἀετοῦ ὠὰ ἀφανίζει κυλίων. Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία. Ἀνδρὸς καλῶς πράσσοντος ἔγγιστα φίλοι. Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι. Ἀλώπηξ τὸν βοῦν ἐλαύνει: ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων ἄφρονας. Ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ: ἐπὶ τῶν ποτὲ μὲν εὐημερούντων, ἄλλοτε δε δυςημερούντων.