Ancient Greek · ~7 min
Section 1, lines 1.1-1.52
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.1-52
Not analysed yet
Εἴθ᾿ ὤφελ’ ἐν λειμῶνι μηδ’ ἕρπειν ὄφις,
μηδ’ ἐν νάπαισι τοῦδ’ ὑφεδρεύειν δράκων
ἀγκυλομήτης· οὐ γὰρ ἂν πλευρᾶς φῦμα,
μήτηρ γένους δύστηνος ἠπατημένη,
τόλμημα τολμᾶν παντάτολμον ἀνέτλη,
ἔρνους ἔρωτι θυμὸν ἐκπεπληγμένη,
θεώσεως πεισθεῖσα τυχεῖν αὐτόθεν,
οὐδ’ ἂν φαγεῖν πείσασα καρποῦ τὸν πόσιν
τοῦ μηδὲ συμφέροντος αὐτίκα σφίσι
λειμῶνος ἐξῴκιστο τοῦ πανολβίου,
λύμην κατακριθεῖσα καὶ λυγρὸν μόρον,
μήτηρ τέκνων τ’ ἤκουσεν ἐκ δυσκοιτίας
μογοστοκοῦσ’ ὠδῖσί τ’ ἐμπαρειμένη
ἱδρῶτ’ ἂν ᾤκει τήνδε γῆν ὀλεθρίαν
σὺν ἀνδρὶ καὶ τέκνοισιν ἀρᾶς ὑστάτης,
ἅπερ τεκεῖν ὥριστο λύπαις καὶ στόνοις,
διαδοχάς τε παραπέμπειν τῷ βίῳ
διαλλαγάς τ’ ἐντεῦθεν εὑρεῖν ἐξόχους,
οὐδ’ ἂν γένος τ’ ὄλωλεν ἀνθρώπων ἅπαν,
καὶ τὸν Δυνατὸν ἀλθανεῖν ἔπεισέ πως
ἀγαθότητι δαπέδῳ κατιέναι
καινῶς βροτωθῆναί τε καὶ τλῆσαι πάθος,
οὐδ’ ἂν ἐγὼ πέφυκα μήτηρ παρθένος
καὶ νῦν ἔκλυον Υἱὸν ἕλκεσθαι κρίσει,
οὐράνιον, γήϊνον, ἀκραιφνῆ γοναῖς,
ἰδεῖν τ’ ἔφριττον τόνδε καθυβρισμένον,
ἄτερ δαλῶν φέρουσα, φεῦ, δεινὴν φλόγα,
ἣ σφόδρα μαιμάσσει με καὶ δονεῖ κέαρ
καὶ καρδίαν δίεισιν ὡς ῥόπτρον μέγα,
ὡς νητρεκῶς ἤυσε Συμεὼν γέρων,
τηλεσκόποις ὄμμασι πάντως προβλέπων.
Ἠ που μεγέστη γίνεται σωτηρία,
ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ,
τὰ πάντα συμφέρουσα τῷδ’, ὥσπερ θέμις,
μηδὲ πρὸς ἄλλου πάρφασίν τινα κλύῃ,
ἀλλ’ ἐστι συμφρονοῦσα γνησίῳ πόσει.
Νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ καίρια,
αὐτῆς προδούσης ἄνδρα καὶ κράτους κλέος.
Φιλεῖ γὰρ ὕβρις ἡ πάλαι τίκτειν νέαν·
ἐκ δακρύων δάκρυα καταλείβεται,
ὧν οὔτε μέτρον οὔτ’ ἀριθμός ἐστί τις·
κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.
Ὅθεν πότνια φύσις ἠτιμωμένη
στένει κλάουσα συμφορὰς πεφυρμένας
διαδοχάς τε τῶν ἀφερτάτων πόνων,
τὸν πάντα συντήκουσα δακρύοις χρόνον,
ἐπεὶ πρὸς ἐχθροῖς ᾔσθετ’ ἠδικημένη
καὶ μητρὸς αὐτῆς πρωτοπήμονος βλάβῃ
πατρός θ’ ὑποκλίναντος οὖας μητέρι,
ὧν πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔκγονοι.
βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δεξιὰς,
πίστιν μεγίστην, καὶ Θεὸν μαρτύρεται·