Ancient Greek · ~7 min
Section 1, lines 1.53-1.99
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.53-99
Not analysed yet
ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο,
οἱον πατρῴαν μὴ λιπεῖν ἐσθλὸν χθόνα·
στυγεῖ δὲ κόσμον οὐδ’ ὁρῶσ’ εὐφραίνεται.
Εἰς τοῦτο γὰρ νῦν ἐκβέβηκ’ ἀλγηδόνος,
ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε καὶ πόλῳ
λέξαι μολοῦσαν δεῦρο φύσεως βλάβας.
Οὔπω γὰρ ἡ τάλαινα παύεται γόων,
τίκτουσα μὴ τίκτουσα, φεύγουσ’ αὖ τόκους.
Δύστην’· ἐμαυτὴν γὰρ λέγω, λέγουσα σὲ,
τίκτουσαν οὐ τίκτουσαν, ὡς ὑπὲρ λόγον.
τόκον γὰρ ἔγνων ἄτοκον, τί γὰρ φράσω;
πόνους φυγοῦσα καὶ φθορὰν νῦν καὶ πάλαι.
Οὐκ οἶδα τέρψιν οὐδ’ ἐπίψογον φάτιν
τινὸς πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς·
οὐ γὰρ κορείης ἅμμα διέφθειρέ τις.
Καὶ παῖδα πῶς ἔτικτον; ὦ θάμβος μέγα·
ὑβρισμένον δὲ τανῦν πῶς οἴσω βλέπειν;
πόνους φυγοῦσα πῶς ὀδυνῶμαι κέαρ;
Ἀνηλάλαξα πῶς πάλαι χαρᾶς ὕπο,
ὅτ’ ἦλθεν εὐάγγελος ἀγγέλων τόκον,
φράζων ἄλυξιν δυσμενῶν βροτῶν γένει
καὶ γηθόσυνον χάρμα μοι φέρων μέγα;
λόγοις δὲ τοῦδ’ εὔπλαγκτος οὐκ ἐφαινόμην
πεισθεῖσα τῷ φέροντι θέσκελον φάτιν
οὐχὶ σφάγιον μηνύουσαν μ’ ἐκτεκεῖν,
ἀλλ’ ὡς ἄνακτα γῆς τε καὶ παντὸς πόλου.
Ὅμως δ’ ἔθυον καὶ γυναικείῳ νόμῳ
ψυχῆς ἔπεμπον ἀλαλαγμὸν ἐκ μέσης,
λάσκουσ’, ἀνευφημοῦσα τὴν ἀγγελίαν,
θυηφάγον φέρουσά τ’ εὐώδη φλόγα,
οἵαν θύειν φράζουσιν οἱ θεοπρόποι,
ζῆλον ζάπυρον, πνεῦμα συντετριμμένον,
ἔρωτά τ’ ἀκάθεκτον, ἔνθερμον λίαν,
ἃ θυσίαν οἴδαμεν εὐφημουμένην.
Καὶ πῶς στροβεῖ μου σπλάγχνα νῦν δριμὺ βέλος;
κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν
ἰδεῖν τε Παιδὸς ἣν κακωσύνην πάθοι,
αὗται δ’ ἔπεισάν μ’ ἡμέρας μίμνειν φάος.
Δέσποινα, νῦν πύκαζε σὸν δέμας τάχει.
Ἄνδρες τρέχουσιν ἐμφανεῖς ἔξω πύλης.
Τί δ’ ἐστί; μῶν τι δυσμενῶν ἀγγέλλεται
λόχος κρυφαῖος ἑστάναι κατ’ εὐφρόνην;
Ἔννυχος ὄχλος ἐν θορύβῳ συρρέει,
στρατὸν πολύν τε πᾶσαν ἀν’ ὄρφναν βλέπω
λαμπτῆρας εἰσφέροντα καὶ πολλὰ ξίφη.
Καὶ μὴν πρὸς ἡμᾶς νῦν τις ἐν σπουδῇ ποδὸς
στείχει, νέον τι πρᾶγμ’ ἔχων ἴσως φράσαι.