Ancient Greek · ~6 min
Section 1, lines 1.2570-1.2610
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.2570-2610
Not analysed yet
Πρέσβιν δέδεξο μητέρα σὴν, ὦ Λόγε,
σφᾶς δ’, οἷς ἔδωκας δεσμολύτιν σου χάριν.
Πότνια, πότνα, παμμάκαιρα Παρθένε,
σὺ μὲν μακάρων δάπεδον ναίεις, πόλον,
ἅπαν πάχος βρότειον ἀλλαξαμένη
ἀφθαρσίας τ’ ἄμφιον ἐστολισμένη
ἀεί τ’ ἀγήρως ὡς Θεὸς δ’ ἐγνωσμένη·
λόγοις δ’ ἐμοῖς ἄνωθεν εὐμενὴς ἕσο.
Ναὶ ναὶ, Κόρη πάγκλυτε, τοὺς λόγους δέχου·
μόνον γάρ ἐστι τοῦτό σοι βροτῶν γέρας,
ὡς τοῦ Λόγου σοι μητρὶ, κἂν ὑπὲρ λόγον.
Ὅθεν πεποιθώς σ’ ἐν λόγοις ἀμείβομαι
καί σοι στέφανον πλεκτὸν ἐξ ἀκηράτου
λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,
ἀνθ’ ὧν με πολλῶν ἠξίωσας χαρίτων
ἀεί τε ῥύῃ συμφορῶν πολυτρόπων,
ἐχθρῶν ὁρατῶν ἀοράτων τε πλέον.
Τέλος δὲ κάμψαιμ’, ὥσπερ ἠρξάμην, βίου,
πλουτῶν ἀεί σε προστάτιν παντὸς βίου
καὶ πρέσβιν εὐπρόσδεκτον ἐς σὸν Υἱέα
σὺν εὐαρεστήσασιν αὐτῷ φιλάγνοις.
Μὴ γοῦν ἐάσῃς ἐκδοθῆναι βασάνοις
καὶ χάρμ’ ἔσεσθαι δυσμενεῖ ψυχοφθόρῳ·
Πρόστηθι καὶ ῥῦσαι δὲ πυρὸς καὶ σκότους,
πίστει δικαιοῦσά με καὶ χάριτί σου·
ἐν σοὶ γὰρ ὦπται χάρις ἡμῖν ἐκ Θεοῦ,
καὶ σοὶ χαριστήριον ὕμνον νῦν πλέκω.
Χαῖρ’, ὦ Κόρη πάγχαρτε, μῆτερ παρθένε,
καλλίστα πασῶν παρθένων, ὑπερτάτη,
Οὐρανιώνων ταγμάτων ὑπέρτερα,
δέσποινα, παντάνασσα, χάρμα τοῦ γένους·
ἀεί ποτ᾿ εὖ φρονοῦσα τυγχάνεις γένει
κἀμοὶ μεγίστη πανταχοῦ σωτηρία.
Δός μοι, κυρία, τὴν λύσιν τῶν πταισμάτων
καὶ μοι πάρασχε ψυχικὴν σωτηρίαν.
Ἔχεις ἀληθὲς δρᾶμα κοὐ πεπλασμένον
πεφυρμένον τε μυθικῶν λήρων κόπρῳ,
ὁ φιλομαθὴς εὐσεβοφρόνων λόγων.
Εἰ γοῦν θέλεις σὺ, καὶ Λυκόφρονος τρόπῳ
γλυχόφρονος νῦν ὡς θέμις ἐγνωσμένου
λέξω τὰ πολλὰ νητρεκῶς, ὧν μ’ ἱστορεῖς.