Ancient Greek · ~7 min
Section 1, lines 1.2522-1.2569
Gregory of Nazianzus, Christus patiens [Dub.] (fort. auctore Constantino Manasse) 1.2522-2569
Not analysed yet
Ἔσεσθέ μοι μάρτυρες ἐν πάσῃ χθονί·
σώσει δ’ ἑαυτὸν, ὃς λόγον δεδεγμένος
ἀσπάσεται βάπτισμα, ῥύσιον λύθρου·
ὃς δ’ ἀποδιώξειε τοὺς ὑμῶν λόγους,
ὅδ’ ὡς ἄπιστος ἐμπέσῃ κατακρίσει.
Ἐφ’ ᾧ δίδωμι Πνεύματος θείου χάριν·
οὗ δ’ ἂν λύσητε δεσμὸν ἀμπλακημάτων,
καὶ δεσμόλυτος εὑρεθήσεται τότε·
οὗ δ’ ἂν κρατῆτε δεσμὸν αμαρτημάτων,
δεσμοῖς ἀλύτοις κεκρατημένος μενεῖ.
τοιῶνδε δεσμῶν ἀλύτων με, παντάναξ,
ὁ δεσμολύτης αὐτὸς ὢν, Σῶτερ, λῦσον,
οἷς, φεῦ· με κατέδησεν ἀπροσεξία
ἐχθρός θ’ ὁ πλάνος κατεβάρυνε φθόνῳ,
ὁρῶν με τῶν πρὶν ἀλύτων λελυμένον
τῇ πρὸς σὲ πίστει, δωρεᾷ φιλαγάθῳ.
Χαῖρ’, ἐσθλὸς ἐσθλοῦ Παῖ, βασιλεῦ παντάναξ,
τὸν ἀρχέκακον καταπατήσας ὄφιν,
ἔσχατον ἐχθρὸν καμβαλών τε τὸν πότμον,
οἷς μή μ’ ἐάσῃς κυριευθῆναι πάλιν.
Ἄναξ Ἄναξ ἄφθιτε, σὺ Θεὸς μέγας
κριτής τε πανένδικος ἔρχῃ με κρίνων·
πῶς γοῦν ἐγώ σε τῷ τότ’ ἀθρήσω, Λόγε;
ὄμμασι θ’ οἵοις ἀτενίσω σὸν θρόνον,
ἐμαυτὸν ἀνάξιον ἐνδείξας τάλας
πόλου τε καὶ γῆς σῆς τε δημιουργίας;
Ὁ δυσμενὴς ἥρπασε, κατήγαγε με
εἰς βόθρον, εἰς τάρταρον, εἰς χάος μέγα·
σφοδρῶς διώξας κατέλαβέ μ’ ὁ πλάνος,
ὅλον με κατέπτωσεν εἰς ᾄδου ζόφον.
Ἔλεε, Θεέ, νέμε χέρε, φέρε με
καὶ μή μ’ ἐάσῃς χάρμα τῷ βροτοκτόνῳ.
Σόν εἰμι πλάσμα, σύ με παίδευσον, Λόγε.
καὶ πλῆξον αὐτὸς φιλαγάθως ἐνθάδε
καὶ μὴ γεέννῃ παραπεμφθῆναι λίπῃς.
Ῥύσιε, λισσόμεσθά σ’, ἠδικήκαμεν
καὶ σῶμα καὶ ψυχή τε καὶ νοῦς ἀθλίως·
ἡμάρτομεν σοι πολλά τ’ ἠνομήσαμεν.
Ὄψ’ ἐμάθομεν, ὅτ’ ἐχρῆν, οὐκ εἰδότες,
κοὐδ’ ἔκτοτ’ ἐδράσαμεν, ἅπερ σοι φίλα.
Γινώσκομεν σφάλματα, σὺ δὲ παρόρα·
ἴδμεν δέ σ’ ὀργὰν οὐχ ὁμοιοῦσθαι βροτοῖς.
Οἴκτειρον, ὦ Σῶτερ, με μηδὲ ταῖς ἐμαῖς
ἀμπλακίαισιν ἀπολέσθαι καλλίπῃς.
Παῖς γὰρ ἐγὼ σὸς παῖς τε παιδίσκης σέθεν,
ἐμοῦ δ’ ἕκητι πότμον ὑπέστης, Λόγε,
καὶ δυσμενεῖ με χάρμα μὴ καταλίπῃς,
ῥάβδῳ δὲ σῇ παίδευε, πλὴν φιλαγάθως.